exorcism in greek

13

Upload: labadam

Post on 04-Aug-2015

77 views

Category:

Spiritual


1 download

TRANSCRIPT

Του Κυρίου δεηθώμεν

Εις το όνομα Του Πατρός,

και Του Υιού,

και Του Αγίου Πνεύματος.

 

Δόξα Σοι, Κύριε, Δόξα Σοι.

Ότι Σου εστί η Βασιλεία και η Δύναμις και η Δόξα.

Νυν και αεί και εις τους αιώνας των αιώνων.

Ἀμήν.

Βασιλεύ Ουράνιε, Παράκλητε,

Το Πνεύμα της Αληθείας, 

Ο πανταχού παρών και τα πάντα πληρών,

Ο θησαυρός των αγαθών και ζωής χορηγός,

ελθέ και σκήνωσον εν ημίν,

και καθάρισον ημάς από πάσης κηλίδος, 

και σώσον, αγαθέ, τας ψυχάς ημών.

Kύριε ὁ Θεός ἠμῶν, Δόξα Σοί.

Ἅγιος καί Δεδοξασμένος ὑπάρχεις Βασιλεῦ τῶν Βασιλευόντων καί Κύριε τῶν Κυριευόντων.

Ίνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερισσεύη ἡ Χάρις σου Κύριε.

Σοί όπου γιγνώσκεις τούς τόπους και τους τρόπους καί τούς ἀνθρώπους, ἱκετεύω Σέ Κύριε δια τήν Σήν φιλανθρωπία εις άφεσιν των αμαρτιών ημών.

Βοήθησον και αξίωσον με, όπως γενώ άξιος αγωγός της Σοί Δυνάμεως. Ἀμήν.

1 Έν ὀνόματι τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ

Ἁγίου Πνεύματος καί διά τῆς Δόξης τοῦ Μεγάλου Θεοῦ τοῦ Ζῶντος καταργηθήσονται τήν ὥραν ταύτην πᾶσαι αἵ ἐναντίαι δυνάμεις ἀπό τον(ην) δοῦλον(ην) τοῦ Θεοῦ (τάδε) και τά τῆς μαγείας ἔργα καταργηθήτωσαν και διαλυθήτωσαν ως τήκεται κηρός από προσώπου πυρός.

Καί πᾶς ἄνθρωπος ἔχων πνεῦμα πονηρίας ας ἐλευθερωθῆ. Ἀμήν.

2 Επιστασίας Ἀγγέλων, Ἀρχαγγέλων, Ένδόξων

Κυριοτήτων καὶ πάσης Οὐρανίου Στρατιᾶς ἐλευθερωθήσεται ὁ(η) δοῦλος(η) τοῦ Θεοῦ (τάδε) ἀπό πάσης ἀσθενείας καί πάσης πονηρίας ἤ φθόνου ἤ μαγείας ἤ κατάρας ἤ ἀναθέματος καί πάσης βλασφημίας καί ἔστω λελυμένος(η) καί λελυτρωμένος(η), ἐν ὀνόματι τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

3 Διά τῆς ἐπικλήσεως τοῦ Παναγίου Σού

Πνεύματός δεόμεθά σου Κύριε ἴνα λυθῶσι καί ἀφανισθῶσι τά πονηρά ἔργα ως τήκεται κηρός από προσώπου πυρός και ό(η) δοῦλος(η) Σου (τάδε) ἔστω ἐλεύθερος(η) καί λελυτρωμένος(η) ἀπό πάσης ἀσθενείας καί παντός δαίμονος καί πάσης ἀντικειμένης δυνάμεως, σύν παντί τῷ οἴκω αὐτοῦ(ης). Ἀμήν.

4 Δια της δυνάμεως και χάρις της Παναγίας

Θεοτόκου Μαρίας, πρεσβειών τῶν Μαρτύρων καί παντῶν τῶν Ἁγίων καταργείται πάσα ἡ ἐπήρρεια τοῦ πονηροῦ.

Τά δέ πονηρά ἔργα λυθήτωσαν καί ὡς καπνός ἐκλιπέτωσαν ἀπό τον(ην) δοῦλον(ην) τοῦ Θεοῦ (τάδε). Ἀμήν.

5 Δια της δυνάμεως του Τιμίου και Ζωοποιού

Σταυρού του Σωτήρος φεύξονται και δραπετευθήσονται οι δαίμονες ἀπὸ τον(ην) δούλον(ην) τοῦ Θεοῦ (τάδε) καί καταργηθήσεται ἡ εξουσία αὐτῶν. Ἀμήν.

6 Εις το όνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

του Σωτήρος, τοῦ τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ Σταυροῦ βαστάσας, εξορκίζω σε πνεῦμα ἀκάθαρτον, ἔξελθε καὶ ἐπαναχώρησον ἀπὸ τον(ην) δούλον(ην) τοῦ Θεοῦ (τάδε).

Τον(ην) δε δοῦλον(ην) σου διαφύλαξον Κύριε, σύν παντί τῷ Οἴκω αὐτοῦ(ης). Ἀμήν.

7 Δια της Δύναμεως τοῦ Θεοῦ του Παντοκράτορος,

Τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν Κτίσιν εν Λόγω δημιουργήσαντος, εξορκίζω σε πνεῦμα ἀκάθαρτον ἔξελθε καὶ ἐπαναχώρησον ἀπὸ τοῦ(ης) δούλου(ης) τοῦ Θεοῦ (τάδε).

Λυθήσεται ὁ(η) δοῦλος(η) τοῦ Θεοῦ ἀπό παντός δεσμοῦ καί δαίμονος τήν ὥρα ταύτην καί ἔστω λελυμένος(η) καί λελυτρωμένος(η) ἐν ὀνόματι τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Κύριε ὁ Θεὸς ἡμῶν, ἐμφύσησε ἐν τω(η) δούλο(η) σου (τάδε) τὸ Πνεῦμα Σου το Άγιο τὸ Εἰρηνικόν· ὅπως φρουρούμενος(η) ὑπ' αὐτοῦ ποιήσῃ καρπὸν πίστεως, ἀγάπης, ἐλπίδος, ἀρετῆς, σοφίας, πραότητος, ὑπομονῆς, σωφροσύνης και συνέσεως. Ἀμήν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι,

Και νυν, και αεί,

Και εις τους αιώνας των αιώνων.

Αμήν.