ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

52
Ἀγαθίας Μυριναῖος Ἀγαθίας σχολαστικός, Μυριναῖος, ποιητὴς καὶ ἱστοριογράφος καὶ συνήγορος (σχολαστικός), γίνεται περὶ τὸ ἔτος 530, τελευτᾶι δὲ περὶ τὸ ἔτος 580 ἐν Βυζαντίωι. Βυζάντιος ἀνώνυμος (S. Vitale, Ravenna, ca. 550) ἡ Σοῦδα περὶ Ἀγαθίου· Ἀγαθίας· σχολαστικός, Μυριναῖος, ὁ γράψας τὴν μετὰ Προκόπιον ἱστορίαν τὸν Καισαρέα, τὰ κατὰ Βελισάριον καὶ τὰς ἐν Ἰταλίαι καὶ ἐν Λιβύηι πράξεις, τουτέστι τὰ κατὰ Ναρσῆν ἐν Ἰταλίαι καὶ τὰ ἐν Λαζικῆι καὶ Βυζαντίωι. Οὗτος συνέταξε καὶ ἕτερα βιβλία ἔμμετρά τε καὶ καταλογάδην, τά τε καλούμενα Δαφνιακὰ καὶ τὸν Κύκλον τῶν νέων ἐπιγραμμάτων, ὃν αὐτὸς συνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. Συνήκμασε δὲ Παύλωι τῶι σιλεντιαρίωι καὶ Μακεδονίωι τῶι ὑπάτωι καὶ Τριβουνιανῶι ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων. Ἔργα Δαφνιακὰ βιβλία ἐννέα Κύκλος τῶν νέων ἐπιγραμμάτων Περὶ τῆς Ἰουστινιανοῦ βασιλείας τόμοι πέντε

Upload: jsyrrishotmailcom

Post on 28-Oct-2015

60 views

Category:

Documents

18 download

DESCRIPTION

Αποσπάσματα (αρχαίο κείμενο)

TRANSCRIPT

Page 1: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Ἀγαθίας Μυριναῖος Ἀγαθίας σχολαστικός Μυριναῖος ποιητὴς καὶ ἱστοριογράφος καὶ συνήγορος (σχολαστικός) γίνεται περὶ τὸ ἔτος 530 τελευτᾶι δὲ περὶ τὸ ἔτος 580 ἐν Βυζαντίωι

Βυζάντιος ἀνώνυμος (S Vitale Ravenna ca 550) ἡ Σοῦδα περὶ Ἀγαθίου Ἀγαθίας σχολαστικός Μυριναῖος ὁ γράψας τὴν μετὰ Προκόπιον ἱστορίαν τὸν Καισαρέα τὰ κατὰ Βελισάριον καὶ τὰς ἐν Ἰταλίαι καὶ ἐν Λιβύηι πράξεις τουτέστι τὰ κατὰ Ναρσῆν ἐν Ἰταλίαι καὶ τὰ ἐν Λαζικῆι καὶ Βυζαντίωι Οὗτος συνέταξε καὶ ἕτερα βιβλία ἔμμετρά τε καὶ καταλογάδην τά τε καλούμενα Δαφνιακὰ καὶ τὸν Κύκλον τῶν νέων ἐπιγραμμάτων ὃν αὐτὸς συνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν Συνήκμασε δὲ Παύλωι τῶι σιλεντιαρίωι καὶ Μακεδονίωι τῶι ὑπάτωι καὶ Τριβουνιανῶι ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων

Ἔ ρ γ α Δαφνιακὰ βιβλία ἐννέα Κύκλος τῶν νέων ἐπιγραμμάτων Περὶ τῆς Ἰουστινιανοῦ βασιλείας τόμοι πέντε

Δ α φ ν ι α κ ά β ι β λ ί α ἐ ν ν έ α Ἀ π ό σ π α σ μ α

__________________________________________________

[Ἀνάθεσις] Δαφνιακῶν βίβλων Ἀγαθηϊὰς ἐννεάς εἰμι ἀλλά μʹ ὁ τεκτήσας ἄνθετο σοί Παφίη οὐ γὰρ Πιερίδεσσι τόσον μέλω ὅσσον Ἔρωτι ὄργια τοσσατίων ἀμφιέπουσα πόθων

5αἰτεῖ δʹ ἀντὶ πόνων ἵνα οἱ διὰ σεῖο παρείη ἤ τινα μὴ φιλέειν ἢ ταχὺ πειθομένην Anthologia graeca 6 80

Κ ύ κ λ ο ς τ ῶ ν ν έ ω ν ἐ π ι γ ρ α μ μ ά τ ω ν Ἀ γ α θ ί ο υ ἐ π ι γ ρ ά μ μ α τ α

Προοίμιον Ἀναθηματικά Ἐπιδεικτικά Ἐπιτύμβια Προτρεπτικά Σκωπτικά Ἐρωτικά Συμποτικά __________ Textus Anthologie Grecque ed Pierre Waltz et al Paris 1928 sqq Liber X The Greek Anthology ed William R Paton London 1917 sqq

Π ρ ο ο ί μ ι ο ν Anthologia Graeca 4 3 Ἀγαθίου σχολαστικοῦ Ἀσιανοῦ Μυριναίου Οἶμαι μὲν ὑμᾶς ἄνδρες ἐμπεπλησμένους ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν καὶ δὴ κάθησθε τῆι τρυφῆι σεσαγμένοι

5λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας περιφρονεῖν πείθουσι τῶν εἰθισμένων τί δαὶ ποιήσω νῦν τὰ προὐξειργασμένα οὕτως ἐάσω συντετῆχθαι κείμενα

10ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῶι μέσωι παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται τίς δʹ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα

15Ἀλλʹ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων ὑμᾶς μεταλαβεῖν κοὐ κατεβλακευμένως ἔθος γὰρ ἡμῖν τῆι προθυμίαι μόνηι τῆι τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία καὶ πρός γε τούτωι δεῖπνον ἠρανισμένον

20ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου ὑμᾶς μεταλαβεῖν ἄνδρες ἀξίας τροφῆς πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον

25καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι ἐξ ὧν τρυφῶσι καὶ παραλαβὼν γνησίως ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι τοῦτο δέ τις αὐτῶν προσφόρως δεικνὺς ἐμέ ἴσως ἐρεῖ πρὸς ἄλλον laquoἀρτίως ἐμοῦ

30

μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν οὗτος παρέθηκεν τὴν ὑπʹ ἐμοῦ μεμαγμένηνraquo ταυτὶ μὲν οὖν ἐρεῖ τις οὐ μεμνημένος τῶν ὀψοποιῶν ὧν χάριν δοκῶ μόνος εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας

35θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος καὐτὸς παρέμιξα τοῦ δοκεῖν μὴ παντελῶς ξένος τις εἶναι τῶν ὑπʹ ἐμοῦ συνηγμένων ἀλλʹ ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος ὅσον ἀπογεῦσαι τῶν δὲ λοιπῶν εἰ θέλοι

40τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον ἴστω γε ταῦτα κατʹ ἀγορὰν ζητητέα Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι ἅπαντα γάρ μοι δεξιῶς προβήσεται

45καί μοι μεγίστων πραγμάτων ὑμνουμένων εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους Anthologia Graeca 4 4 (3b) Τοῦ αὐτοῦ Μή τις ἐπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσηι μηδʹ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην

(50)ὄρθιον ἀθρήσειεν ἐποκλάζουσα ἐγδαίηι

5καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις Ἑσπερίη θεράπαινα σὺ δʹ ἐς κρηπῖδα Γαδείρων καὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην

(55)ἤπιον ἀμπνεύσειας ἀμοιβαίων δὲ τυράννων

10κράατα μετρήσασα τεῆι κρυφθέντα κονίηι θαρσαλέαις παλάμηισι φίλην ἀγκάζεο Ῥώμην Καυκασίωι δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίηι ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῶι

(60)

σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης 15

σύννομον ἀδρυάδεσσιν ἀναπλέξασα χορείην Φασιὰς εἱλίσσοιτο φίλωι σκιρτήματι νύμφη καὶ καμάτους μέλψειε πολυσκήπτρου Βασιλῆος μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο

(65)μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς

20ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου οὐκέτι Κολχὶς ἄρουρα γονῆι πλησθεῖσα Γιγάντων εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν ἢ διὰ τέχνης

(70)οὐχ ὁσίης τετέλεστο πόθων ὅτε λύσσαν ἑλοῦσα

25παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις οὐκέτι μοι χῶρός τις ἀνέμβατος ἀλλʹ ἐνὶ πόντωι

(75)Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα

30Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ Ἀλλʹ ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων Αὐσόνιε σκίρτησον ὁδοιπόρε Μασσαγέτην δὲ ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων

(80)Ἰνδώισης ἐπίβηθι κατʹ ὀργάδος ἐν δὲ κελεύθοις

35εἴ ποτε διψήσειας ἀρύεο δοῦλον Ὑδάσπην ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων κύρβιας Ἀλκείδαο μετέρχεο θαρσαλέως δὲ ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων

(85)ὁππόθι καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης

40δίζυγος ἠπείροιο συναντήσασα κεραίη ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων ἔρχεο καὶ παρὰ Σύρτιν ὅπηι νοτίηισι θυέλλαις

(90)

ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος 45

καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλωι ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος

(95)ἔνθα κεν ἀΐξειας ἐπεὶ κυκλώσατο κόσμον

50κοιρανίηι Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην Τοὔνεκεν ὁππότε πάντα φίλης πέπληθε γαλήνης ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ

(100)ἐλπίδες ἐθραύσθησαν ὑφʹ ἡμετέρωι Βασιλῆϊ

55δεῦρο μάκαρ Θεόδωρε σοφὸν στήσαντες ἀγῶνα παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον εἰς σὲ δʹ ἐρίθων ἐργασίην ἤσκησα μιῆι δʹ ὑπὸ σύζυγι βίβλωι

(105)ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης

60καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίωι ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην

(110)ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσωι

65οἶδα γάρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου Πρῶτα δέ σοι λέξαιμι παλαιγενέεσσιν ἐρίζων ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς

(115)ὡς προτέροις μακάρεσσιν ἀνειμένα καὶ γὰρ ἐώικει

70γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι ἀλλὰ πάλιν μετʹ ἐκεῖνα παλαίτερα τεῦχος ἀγείρει ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρωι εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας εἴτε καὶ ἄλλης

(120)τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις

75καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου ὅσσα θέμις τύμβοισι τάπερ Θεὸς ἐν μὲν ἀοιδῆι ἐκτελέειν νεύσειεν ἐν ἀτρεκίηι δὲ διώκειν ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις

(125)γράψαμεν ἀσταθέος τε τύχης σφαλεροῖσι ταλάντοις

80δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς γράψαμεν ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη

(130)εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην

85καὶ γλυκεροὺς ἐς ἔρωτας ἐν ἑβδομάτηι δὲ μελίσσηι εὐφροσύνας Βάκχοιο φιλακρήτους τε χορείας καὶ μέθυ καὶ κρητῆρα καὶ ὄλβια δεῖπνα νοήσεις Anthologia Graeca 4 5 (3c) Τοῦ αὐτοῦ Στῆλαι καὶ γραφίδες καὶ κύρβιες εὐφροσύνες μὲν

(135) αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης ἀλλʹ ἐς ὅσον ζώουσι τὰ γὰρ κενὰ κύδεα φωτῶν ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται

5ἡ δʹ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη

(140)οὕτως οὔτε Πλάτων βρενθύεται + οὔτε Ὅμηρος χρώμασιν ἢ στήλαις ἀλλὰ μόνηι σοφίηι ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων

10 ἀλλʹ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει

Ἀ ν α θ η μ α τ ι κ ά Anthologia Graeca 1 35 Ἀγαθίου σχολαστικοῦ Εἰς τὸν ἀρχάγγελον ἐν τῶι Σωσθενίωι Καρικὸς Αἰμιλιανὸς Ἰωάννης τε σὺν αὐτῶι Ῥουφῖνος Φαρίης Ἀγαθίης Ἀσίης τέτρατον ἀγγελίαρχε νόμων λυκάβαντα λαχόντες ἄνθεσαν εἰς σέ μάκαρ τὴν σφετέρην γραφίδα

5αἰτοῦντες τὸν ἔπειτα καλὸν χρόνον ἀλλὰ φανείης ἐλπίδας ἰθύνων ἐσσομένου βιότου Anthologia Graeca 6 32 Ἀγαθίου σχολαστικοῦ Δικραίρωι δικέρωτα δασυκνάμωι δασυχαίταν ἴξαλον εὐσκάθμωι λόχμιον ὑλοβάται Πανὶ φιλοσκοπέλωι λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήτας τόνδʹ ἀνέθηκε τράγον Anthologia Graeca 6 41 Ἀγαθίου σχολαστικοῦ Χαλκὸν ἀροτρητὴν κλασιβώλακα νειοτομῆα καὶ τὴν ταυροδέτιν βύρσαν ἐπαυχενίην καὶ βούπληκτρον ἄκαιναν ἐχετλήεντά τε γόμφον Δηοῖ Καλλιμένης ἄνθετο γειοπόνος

5τμήξας εὐαρότου ῥάχιν ὀργάδος laquoεἰ δʹ ἐπινεύσεις τὸν στάχυν ἀμῆσαι καὶ δρεπάνην κομίσωraquo Anthologia Graeca 6 59 Ἀγαθίου σχολαστικοῦ Τῆι Παφίηι στεφάνους τῆι Παλλάδι τὴν πλοκαμῖδα Ἀρτέμιδι ζώνην ἄνθετο Καλλιρόη εὕρετο γὰρ μνηστῆρα τὸν ἤθελε καὶ λάχεν ἥβην σώφρονα καὶ τεκέων ἄρσεν ἔτικτε γένος Anthologia Graeca 6 72 Ἀγαθίου σχολαστικοῦ

Εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος πουλὺν βότρυν ἀμεργόμενον ἀγρονόμωι δʹ ἀγόρευσα καὶ ἔδρακεν ἀπροϊδὴς δὲ ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθωι

5εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος laquoἎ τάχα Βάκχωι λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέραςraquo Anthologia Graeca 6 74 Ἀγαθίου σχολαστικοῦ Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος ἥ ποτε ταύρων πολλὰ τανυκραίρων στέρνα χαραξαμένη ἡ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη

5ἱλήκοις Διόνυσε τεῆς ἀμέλησα χορείης Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη θῆκα δέ σοι τάδε ῥόπτρα παραρρίψασα δὲ κισσὸν χεῖρα περισφίγξω χρυσοδέτωι σπατάληι Anthologia Graeca 6 76 Ἀγαθίου σχολαστικοῦ Σὸς πόσις Ἀγχίσης τοῦ εἵνεκα πολλάκι Κύπρι τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠϊόνα νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι θῆκε δὲ σοὶ προτέρης λείψανον ἡλικίης

5ἀλλά θέα δύνασαι γάρ ἢ ἡβητῆρά με τεῦξον ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου Anthologia Graeca 6 79 Ἀγαθίου σχολαστικοῦ Ἄσπορα Πὰν λοφιῆτα τάδε Στρατόνικος ἀποτρεὺς ἀντʹ εὐεργεσίης ἄνθετό σοι τεμένη laquoΒόσκεraquo δʹ ἔφε laquoχαίρων τὰ σὰ ποίμνια καὶ σέο χώρην δέρκεο τὴν χαλκῶι μηκέτι τεμνομένην

5αἴσιον εὑρήσεις τόδʹ ἐπαύλιον ἐνθάδε γάρ σοι Ἠχὼ τερπομένη καὶ γάμον ἐκτελέσειraquo

Anthologia Graeca 6 80 Τοῦ αὐτοῦ Δαφνιακῶν βίβλων Ἀγαθηϊὰς ἐννεάς εἰμι ἀλλά μʹ ὁ τεκτήσας ἄνθετο σοί Παφίη οὐ γὰρ Πιερίδεσσι τόσον μέλω ὅσσον Ἔρωτι ὄργια τοσσατίων ἀμφιέπουσα πόθων

5αἰτεῖ δʹ ἀντὶ πόνων ἵνα οἱ διὰ σεῖο παρείη ἤ τινα μὴ φιλέειν ἢ ταχὺ πειθομένην Anthologia Graeca 6 167 Ἀγαθίου σχολαστικοῦ Σοί μάκαρ αἰγίκναμε παράκτιον ἐς περιωπὰν τὸν τράγον ὦ δισσᾶς ἀγέτα θηροσύνας σοὶ γὰρ καστορίδων ὑλακὰ καὶ τρίστομος αἰχμὴ εὔαδε καὶ ταχινῆς ἔργα λαγωσφαγίης

5δίκτυά τʹ ἐν ῥοθίοις ἁπλούμενα καὶ καλαμευτὰς κάμνων καὶ μογερῶν πεῖσμα σαγηνοβόλων ἄνθετο δὲ Κλεόνικος ἐπεὶ καὶ πόντιον ἄγραν ἄνυε καὶ πτῶκας πολλάκις ἐξεσόβει

Ἐ π ι δ ε ι κ τ ι κ ά Anthologia Graeca 1 34 Ἀγαθίου σχολαστικοῦ Εἰς τὸν ἀρχάγγελον ἐν Πλάτηι Ἄσκοπον ἀγγελίαρχον ἀσώματον εἴδεϊ μορφῆς ἆ μέγα τολμήεις κηρὸς ἀπεπλάσσατο ἔμπης οὐκ ἀχάριστον ἐπεὶ βροτὸς εἰκόνα λεύσσων θυμὸν ἀπιθύνει κρέσσονι φαντασίηι

5οὐκέτι δʹ ἀλλοπρόσαλλον ἔχει σέβας ἀλλʹ ἐν ἑαυτῶι τὸν τύπον ἐγγράψας ὡς παρεόντα τρέμει ὄμματα δʹ ὀτρύνουσι βαθὺν νόον οἶδε δὲ τέχνη χρώμασι πορθμεῦσαι τὴν φρενὸς ἱκεσίην

Anthologia Graeca 1 36 Ἀγαθίου σχολαστικοῦ Εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου ἐν ἧι γέγραπται παρὰ τοῦ ἀρχαγγέλου δεχόμενος τὰς ἀξίας ἐν Ἐφέσωι Ἵλαθι μορφωθείς ἀρχάγγελε σὴ γὰρ ὀπωπὴ ἄσκοπος ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων

5τῆς δʹ εὐγνωμοσύνης μάρτυς γραφίς ὑμετέρην γὰρ χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν Anthologia Graeca 9 152 Ἀγαθίου σχολαστικοῦ Ἅδε ποθʹ ἁ κλεινὰ Πριάμου πόλις ἃν ἀλαπάξαι Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης ἀμφαδόν ἀλλʹ ἵπποιο κακὸν ξύλον αἴθε δʹ Ἐπειὸς κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα

5οὐ γὰρ ἄν Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ οὕτω ἐφʹ ἁμετέροις λάεσιν ἠριπόμαν Anthologia Graeca 9 153 Τοῦ αὐτοῦ Ὦ πτόλι πῆι σέο κεῖνα τὰ τείχεα τῆι πολύολβοι νηοί πῆι δὲ βοῶν κράατα τεμνομένων πῆι Παφίης ἀλάβαστρα καὶ ἡ πάγχρυσος ἐφεστρίς πῆι δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης

5πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ ἥρπασεν ἀλλοίην ἀμφιβαλοῦσα τύχην καί σε τόσον νίκησε βαρὺς φθόνος ἀλλʹ ἄρα μοῦνον οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται Anthologia Graeca 9 154 Τοῦ αὐτοῦ Ἱλήκοις πολιοῦχε σὲ μὲν χρυσαυγέϊ νηῶι

ὡς θέμις ἁ τλάμων Ἴλιος ἠγασάμην ἀλλὰ σύ με προλέλοιπας ἑλώριον ἀντὶ δὲ μήλου πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην

5ἄρκιον ἦν θνάσκειν τὸν βουκόλον εἰ γὰρ ἄθεσμος ἔπλετο τᾶς πάτρας οὐκ ἀλίτημα τόδε Anthologia Graeca 9 155 Τοῦ αὐτοῦ Εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς ξένε μή με γελάσσηις οὐ γὰρ ἐμοὶ μούνηι ταῦτα τέλεσσε Τύχη εἰ δέ τις ἐξ Ἀσίης μὴ πένθεε Δαρδανικοῖς γὰρ σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις

5εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας ζηλήμων δηίων ἐξεκένωσεν Ἄρης εἰμὶ πάλιν βασίλεια σὺ δʹ ὦ τέκος ἄτρομε Ῥώμη βάλλε καθʹ Ἑλλήνων σῆς ζυγόδεσμα δίκης Anthologia Graeca 9 204 Ἀγαθίου σχολαστικοῦ Μή με τὸν Αἰάντειον ἀνοχμάσσειας ὁδῖτα πέτρον ἀκοντιστὴν στήθεος Ἑκτορέου εἰμὶ μέλας τρηχύς τε σὺ δʹ εἴρεο θεῖον Ὅμηρον πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδωι

5νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι γενεῆς αἴσχεα λευγαλέης ἀλλά μέ τις κρύψειεν ὑπὸ χθονός αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος Anthologia Graeca 9 442 Ἀγαθίου σχολαστικοῦ Γριπεύς τις μογέεσκεν ἐπʹ ἰχθύσι τὸν δʹ ἐσιδοῦσα εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθωι καί μιν θῆκε σύνευνον ὁ δʹ ἐκ βιότοιο πενιχροῦ δέξατο παντοίης ὄγκον ἀγηνορίης

5ἡ δὲ Τύχη γελόωσα παρίστατο καὶ ποτὶ Κύπριν laquoοὐ τεὸς οὗτος ἀγών ἀλλʹ ἐμός ἐστινraquo ἔφη

Anthologia Graeca 9 482 Ἀγαθίου σχολαστικοῦ Οὐτιδανοὶ μερόπων εἰ καὶ μέγα ῥέξαμεν ἔργον οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα οἱ δʹ ἀγαθοὶ κῆν μηδέν ἀναπνεύσωσι δὲ μοῦνον ὡς Λίβυς εἶπεν ἀνήρ τοῦτʹ ἀδάμαντι μένει

5δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα παίγνιον ἀφράστων ἐκτελέοντα κύβων τοίη ποικιλότευκτος ἕλεν θέσις εὖτʹ ἀπὸ λευκοῦ τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου ἑπτὰ μὲν ἕκτος ἔχεν μίαν εἴνατος αὐτὰρ ὁ σοῦμμος

10 δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτωι ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο μουνάδα δʹ ἄλλην ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτωι λίπε χώρωι καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην

15ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι καὶ τρισκαιδεκάτωι ψῆφος ἔκειτο μία δίζυγες Ἀντίγονον διεκόσμεον ἀλλὰ καὶ αὐτῶι ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτωι ὀκτωκαιδεκάτωι πανομοίϊος εἰσέτι δʹ ἄλλας

20 εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου αὐτὰρ ἄναξ λευκοῖο λαχὼν σημήϊα πεσσοῦ καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπʹ ἠθμοῦ πύργου δουρατέου κλίμακι κευθομένηι

25δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν αὐτίκα δʹ ὀκτὼ ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας τάβλην φεύγετε πάντες ἐπεὶ καὶ κοίρανος αὐτὸς κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας Anthologia Graeca 9 619 Ἀγαθίου σχολαστικοῦ Νῦν ἔγνων Κυθέρεια πόθεν νίκησας ἀγῶνα

τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας εὗρες ἐλέγξαι Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην

5νίκησεν τὸ λοετρόν ἔοικε δὲ τοῦτο βοώσηι Παλλάς laquoἐνικήθην ὕδασιν οὐ Παφίηιraquo Anthologia Graeca 9 631 Ἀγαθίου σχολαστικοῦ Χῶρος ἐγὼ Δαναοῖς μεμελημένος ἔνθα μολοντες τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι

5ἔνθεν ἀεξήθην ὀροφηφόρος ἀντὶ δὲ τιμῆς τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην Anthologia Graeca 9 641 Ἀγαθίου σχολαστικοῦ Καὶ σὺ μεθʹ Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων ἔθενα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην Σαγγάριε κρατερῆισι ῥοὰς ἁψῖσι πεδηθείς οὕτω ἐδουλώθης κοιρανικῆι παλάμηι

5ὁ πρὶν γὰρ σκαφέεσσιν ἀνέμβατος ὁ πρὶν ἀτειρής κεῖσαι λαϊνέηι σφιγκτὸς ἀλυκτοπέδηι Anthologia Graeca 9 642 Ἀγαθίου σχολαστικοῦ Πᾶν τὸ βροτῶν σπατάλμα καὶ ἡ πολύολβος ἐδοδὴ ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες ἅ θʹ ὑπὲρ ἴγδιν τρίψιες ἤ τε τόση βρωματομιξαπάτη

5γίνεται ἐνθάδε κόπρος ἀποσσεύει δʹ ἄρα γαστήρ ὁππόσα πειναλέη δέξατο λαυκανίη ὀψὲ δὲ γινώσκει τις ὅτʹ ἄφρονα μῆτιν ἀείρων χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο Anthologia Graeca 9 643

Τοῦ αὐτοῦ Τί στενάχεις κεφαλὴν κεκακωμένος ἐς τί δὲ πικρὰ οἰμώζεις μελέων πάγχυ βαρυνομένων ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις ἐκθλίψαι δοκέων μάστακος ἐργασίην

5μόχθων τοσσατίων οὔ σοι χρέος εἰ παρὰ δαιτὶ μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης ἀλλʹ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα καὶ στόμα τέρπεις βρώμασιν εὐτυχίην κεῖνα λογιζόμενος ἐνθάδε δʹ ἀσχάλλεις μούνη δʹ ἀλιτήματα λαιμοῦ

10 ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη Anthologia Graeca 9 644 Τοῦ αὐτοῦ Εὖγε μάκαρ τλήθυμε γεωπόνε σοὶ βίος αἰεὶ μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης λιτὰ δέ σοι καὶ δεῖπνα καὶ ἐν ξυλόχοισι καθεύδεις ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην

5ἔμπης ἀρτίπος ἐσσὶ καὶ ἐνθάδε βαιὰ καθεσθεὶς αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν οὐδέ τι μηροὺς τύπτεις αὐτομάτως φόρτον ἀπωσάμενος τλήμονες οἱ πλουτοῦντες ltἀεὶgt πυκινοῖσι συνόντες

10 οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη Anthologia Graeca 9 653 Ἀγαθίου σχολαστικοῦ laquoΤῆς ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκανraquo ἔννεπεν Ἀσκραῖος δῶμα τόδε προλέγων κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῶι ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην

5ὑψόθι δʹ εἰσενόησα θαλασσαίην περιωπήν ναὶ τάχα τῆς ἀρετῆς πιστότατος θάλαμος Anthologia Graeca 9 657

Ἀγαθίου σχολαστικοῦ Ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπʹ ἠϊόνων χρύσεα συλλέκτρωι τάδʹ ἀνάκτορα θῆκεν ἀνάσσηι τῆι πολυκυδίστηι θεῖος ἄναξ Σοφίηι

5ἄξιον ὦ Ῥώμη μεγαλοκρατές ἀντία σεῖο κάλλος ἀπʹ Εὐρώπης δέρκεαι εἰς Ἀσίην Anthologia Graeca 9 662 Ἀγαθίου σχολαστικοῦ Χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων νηδὺς ἐπεγδούπει λύματα χευομένη

5ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον Anthologia Graeca 9 665 Ἀγαθίου σχολαστικοῦ Εἶξον ἐμοί Δάφνης ἱερὸν κλέτας ἔκτοθι πόντου κείμενον ἀγραύλου κάλλος ἐρημοσύνης ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες αἵ τʹ ἐνὶ πόντωι Νηρεΐδες ξυνὴν θέντο συνηλυσίην

5ἀμφʹ ἐμὲ γὰρ μάρναντο δίκασσε δὲ Κυανοχαίτης καί με παρʹ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον Anthologia Graeca 9 677 Ἀγαθίου σχολαστικοῦ Τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν τηλίκον ἀρκτώιοις ἄσθμασι βαλλόμενον ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει

5καί ῥʹ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν ἡ δὲ περισσὴ τέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι

Anthologia Graeca 9 766 Ἀγαθίου σχολαστικοῦ Πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι οὐδὲ καλύπτω ἔνδοθεν ἀλλʹ εἴργω μᾶλλον ἐπειγομένους

5οὐδὲ μέ τις λήσειε καὶ εἰ βραχὺς ἔπλετο κώνωψ ἡμετέρης διαδὺς πλέγμα λινοστασίης ὄρνεά που σώιζω μερόπεσσι δὲ λέκτρα φυλάσσω ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος Anthologia Graeca 9 767 Ἀγαθίου σχολαστικοῦ Ἑζόμενος μὲν τῆιδε παρʹ εὐλάϊγγι τραπέζηι παίγνια κινήσεις τερπνὰ βολοκτυπίης μήτε δὲ νικήσας μεγαλίζεο μήτʹ ἀπολειφθεὶς ἄχνυσο τὴν ὀλίγην μεμφόμενος βολίδα

5καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός καὶ κύβος ἀγγέλει βένθος ἐχεφροσύνης Anthologia Graeca 9 768 Ἀγαθίου σχολαστικοῦ Παίγνια μὲν τάδε πάντα Τύχης δʹ ἑτερότροπος ὁρμὴ ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις νῦν μὲν ὑπερβάλλων νῦν δʹ ἀπολειπόμενος

5αἰνέομεν δὴ κεῖνον ὃς ἐν βιότωι τε κύβωι τε χάρματι καὶ λύπηι μέτρον ἐφηρμόσατο Anthologia Graeca 9 769 Ἀγαθίου σχολαστικοῦ Τοῖς μὲν πρηϋνόοις τάδε παίγνια τοῖς δʹ ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος ἀλλὰ σὺ μὴ λέξηις τι θεημάχον ὕστατος ἕρπων μηδʹ ἀναροιβδήσηις ῥινοβόλωι πατάγωι

5

δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι μήτε τι παίζειν ἐν σπουδῆι καιρῶι δʹ ἴσθι νέμειν τὸ πρέπον Anthologia Graeca 16 36 Ἀγαθίου Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης εἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος νῦν δʹ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνης τῆιδέ σε τῆι γραφίδι στήσαμεν Ἡράκλαμον

5εἰ δʹ ὀλίγον τὸ γέρας μὴ μέμφεο τοῖσδε γὰρ ἡμεῖς αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειζόμεθα Anthologia Graeca 16 41 Ἀγαθίου σχολαστικοῦ Θωμᾶν παμβασιλῆος ἀμεμφέα κηδεμονῆα ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι θεσπεσίης ἄγχιστα συνωρίδος ὄφρα καὶ αὐτῆι εἰκόνι χῶρον ἔχηι γείτονα κοιρανέης

5αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου πλοῦτον ἀεξήσας ἀλλὰ μετʹ εὐσεβίης εὔγνωμον τὸ πόνημα τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην Anthologia Graeca 16 59 Ἀγαθίου σχολαστικοῦ Οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαι Βάκχην αἰδομένην στήσατο λαοτύπος οὕτω γὰρ προνένευκεν ἔοικε δὲ τοῦτο βοώσηι laquoἔξιτε καὶ παταγῶ μηδενὸς ἱσταμένουraquo Anthologia Graeca 16 72 ltἈγαθίου σχολαστικοῦgt Ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσων ὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης

5

τὸν δʹ ὑπὲρ εὐνομίας ἐπιθηλέος ἐνθάδε τοῦτον ἐξ ὑπάτου μίτρης στῆσεν ἄνασσα πόλις ἔμπεδος ἀλλὰ μένοις Βυζαντιὰς ἄτρομε Ῥώμα θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα Anthologia Graeca 16 80 Ἀγαθίου σχολαστικοῦ Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης ὠνητὴν φιλίην πᾶσι χαριζομένη εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος ἣν ὑπʹ ἔρωτος οἰστρηθεὶς Θωμᾶς τῆιδʹ ἔθετο γραφίδι

5δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσίν ἶσα γὰρ αὐτῶι κηρῶι τηκομένωι τήκεται ἡ κραδίη Anthologia Graeca 16 109 Ἀγαθίου σχολαστικοῦ Ἱππόλυτος τῆς γρηὸς ἐπʹ οὔατι νηλέα μῦθον φθέγγεται ἀλλʹ ἡμεῖς οὐ δυνάμεσθα κλύειν ὅσσον δʹ ἐκ βλεφάροιο μεμηνότος ἔστι νοῆσαι ὅττι παρεγγυάαι μηκέτʹ ἄθεσμα λέγειν Anthologia Graeca 16 244 Ἀγαθίου σχολαστικοῦ laquoΑὐτομάτως Σατυρίσκε δόναξ τεὸς ἦχον ἰάλλει ἢ τί παρακλίνας οὖας ἄγεις καλάμωιraquo ὃς δὲ γελῶν σίγησεν ἴσως δʹ ἂν φθέγξατο μῦθον ἀλλʹ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι

5οὐ γὰρ κηρὸς ἔρυκεν ἑκὼν δʹ ἠσπάζετο σιγήν θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίηι Anthologia Graeca 16 331 Ἀγαθίου σχολαστικοῦ Σεῖο πολυκλήντα τύπον στῆσαν Χαιρωνεῦ Πλούταρχε κρατερῶν υἱέες Αὐσονίων ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους Ῥώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις

5

ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλον οὐδὲ σύ γʹ ἂν γράψαις οὐ γὰρ ὅμοιον ἔχεις Anthologia Graeca 16 332 Ἀγαθίου σχολαστικοῦ Εὖγε ποιῶν Λύσιππε γέρων Σικυώνιε πλάστα δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου ἑπτὰ σοφῶν ἔμπροσθεν ἐπεὶ κεῖνοι μὲν ἀνάγκην ἔμβαλον οὐ πειθώ φθέγμασι τοῖς σφετέροις

5ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας παίζων ἐν σπουδῆι πείθει ἐχεφρονέειν φευκτὸν δʹ ἡ τρηχεῖα παραίνεσις ἡ Σαμίου δὲ τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ

Ἐ π ι τ ύ μ β ι α Anthologia Graeca 7 204 Ἀγαθίου σχολαστικοῦ Οὐκέτι που τλ΅ημον σκοπέλων μετανάστρια πέρδιξ πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις οὐδʹ ὑπὸ μαρμαρυγ΅ηι θαλερώπιδος Ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων

5σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε τἆλλα δὲ πάντα ἥρπασα καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις ἀλλὰ βαρεῖα μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσηι Anthologia Graeca 7 205 Ἀγαθίου σχολαστικοῦ Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις οὔ σε φίλε πέρδιξ φθιμένην ἀγέραστον ἐάσω ἀλλʹ ἐπὶ σοὶ κτείνω τὴν σέθεν ἀντιβίην

5ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται εἰσόκε ῥέξω ὅσσʹ ἐπʹ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφωι

Anthologia Graeca 7 220 Ἀγαθίου σχολαστικοῦ Ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀγχικέλευθον Λαΐδος ἀρχαίης ὡς τὸ χάραγμα λέγει Δάκρυ δʹ ἐπισπείσας laquoχαίροις γύναι ἐκ γὰρ ἀκουῆς οἰκτείρω σʹ ἐφάμην ἣ πάρος οὐκ ἰδόμην

5ἆ πόσον ἠϊθέων νόον ἤκαχες ἀλλʹ ἴδε Λήθην ναίεις ἀγλαΐην ἐν χθονὶ κατθεμένηraquo Anthologia Graeca 7 551 Ἀγαθίου σχολαστικοῦ Λητόϊος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην ξυνὰ δὲ καὶ μοίρης λαχέτην λίνα καὶ παρὰ θίνα Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν

5οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην χαίρετον ὦ γλυκερὼ καὶ ὁμόφρονε σήματι δʹ ὑμέων ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης Anthologia Graeca 7 552 Ἀγαθίου σχολαστικοῦ Εἰς Περίκλειαν τὴν ἰδίαν μητέρα Ὦ ξένε τί κλαίεις ‐ Διὰ σὸν μόρον ‐ Οἶσθα τίς εἰμι ‐ Οὐ μὰ τόν ἀλλʹ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος ἐσσὶ δὲ τίς ‐ Περίκλεια ‐ Γυνὴ τίνος ‐ Ἀνδρὸς ἀρίστου ῥήτορος ἐξ Ἀσίης οὔνομα Μεμνονίου ‐

5Πῶς δέ σε Βοσπορίη κατέχει κόνις ‐ Εἴρεο Μοῖραν ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον ‐ Παῖδα λίπες ‐ Τριέτηρον ὃς ἐν μεγάροισιν ἀλύων ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα ‐ Αἴθε καλῶς ζώοι ‐ Ναὶ ναὶ φίλος εὔχεο κείνωι

10 ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι Anthologia Graeca 7 567

Ἀγαθίου σχολαστικοῦ Κανδαύλου τόδε σῆμα Δίκη δʹ ἐμὸν οἶτον ἰδοῦσα οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη ἤθελε γὰρ δισσοῖσιν ὑπʹ ἀνδράσι μηδὲ φανῆναι ἀλλʹ ἢ τὸν πρὶν ἔχειν ἢ τὸν ἐπιστάμενον

5χρῆν ἄρα Κανδαύλην παθέειν κακόν οὐ γὰρ ἂν ἔτλη δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις Anthologia Graeca 7 568 Ἀγαθίου σχολαστικοῦ Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων ἣν μούνην Διδύμωι πατρὶ Θάλεια τέκεν ἆ Μοῖραι τί τοσοῦτον ἀπηνέες οὐδʹ ἐπὶ παστοὺς ἠγάγετʹ οὐδʹ ἐρατῆς ἔργα τεκνοσπορίης

5οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον μέλλον ἄγειν στυγεροῦ δʹ εἰς Ἀχέροντος ἔβην ἀλλὰ θεοί λίτομαι μητρός γε γόους πατέρος τε παύσατε τηκομένων εἵνεκʹ ἐμεῦ φθιμένης Anthologia Graeca 7 569 Ἀγαθίου σχολαστικοῦ Ναὶ λίτομαι παροδῖτα φίλωι κατάλεξον ἀκοίτηι εὖτʹ ἂν ἐμὴν λεύσσηις πατρίδα Θεσσαλίην laquoκάτθανε σὴ παράκοιτις ἔχει δέ μιν ἐν χθονὶ τύμβος αἰαῖ Βοσπορίης ἐγγύθεν ἠϊόνος

5ἀλλά οἱ αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο ὄφρʹ ἀναμιμνήσκηι τῆς ποτὲ κουριδίηςraquo Anthologia Graeca 7 572 Ἀγαθίου σχολαστικοῦ Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνήρ λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε τοὺς δὲ κακούργους ἔσκεπεν ἀλλήλοις εἰσέτι μισγομένους

5

ξυνὴ δʹ ἀμφοτέρους κατέχει παγίς εἰν ἑνὶ δʹ ἄμφω κεῖνται συζυγίης οὐκέτι παυόμενοι Anthologia Graeca 7 574 Ἀγαθίου σχολαστικοῦ Θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκωι Μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης

5οἰκτρὰ δʹ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι κείμενον οὗ θιάσου κόσμον ὀδυρόμενοι ἡ δὲ κόμην τίλλουσα γόωι πληκτίζετο μήτηρ αἰαῖ τὸν λαγόνων μόχθον ἐπισταμένη ἔμπης ὄλβιος οὗτος ὃς ἐν νεότητι μαρανθεὶς

10 ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην Anthologia Graeca 7 578 Ἀγαθίου σχολαστικοῦ Τὸν κρατερὸν Πανοπῆα τὸν ἀγρευτῆρα λεόντων τὸν λασιοστέρνων κέντορα παρδαλίων τύμβος ἔχει γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε δεινὸς σκορπίος οὐτήσας ταρσὸν ὀρεσσιβάτην

5αἰγανέη δὲ τάλαινα σίγυνά τε πὰρ χθονὶ κεῖται αἰαῖ θαρσαλέων παίγνια δορκαλίδων Anthologia Graeca 7 583 Ἀγαθίου σχολαστικοῦ Ἀβάλε μηδʹ ἐγένοντο γάμοι μὴ νύμφια λέκτρα οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις νῦν δʹ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται γαστρὶ δὲ δυσκόλπωι νεκρὸν ἔνεστι τέκος

5τρισσὴ δʹ ἀμφιλύκη δρόμον ἤνυσεν ἐξότε μίμνει τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον κούφη σοὶ τελέθει γαστήρ τέκος ἀντὶ κονίης αὕτη γάρ σε φέρει καὶ χθονὸς οὐ χατέεις

Anthologia Graeca 7 589 Ἀγαθίου σχολαστικοῦ Μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν ὁδῖτα μὴ πάλιν οἰμώξηι χεύματα Κασταλίης οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε Μοῦσαν θεσμῶν τʹ Αὐσονίων ἐλπίδα μαψιδίην

5ἑβδόματον δέκατόν τε λαχὼν ἔτος ἐς δὲ κονίην ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη καὶ τὸν μὲν κατέχει χθόνιος τάφος ἀντὶ δὲ κείνου οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα Anthologia Graeca 7 593 Ἀγαθίου σχολαστικοῦ Εἰς Εὐγενίαν τινὰ θαυμασίαν καὶ σοφὴν γυναῖκα ἦν δὲ αὕτη ἀδελφὴ Ἀγαθίου Τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαΐαι καὶ ἀοιδᾶι τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας Εὐγενίαν κρύπτει χθονία κόνις αἱ δʹ ἐπὶ τύμβωι κείραντο πλοκάμους Μοῦσα Θέμις Παφίη Anthologia Graeca 7 596 Ἀγαθίου σχολαστικοῦ Ναὶ μὰ τὸν ἐν γαίηι πύματον δρόμον οὔτε μʹ ἄκοιτις ἔστυγεν οὔτʹ αὐτὸς Θεύδοτος Εὐγενίης ἐχθρὸς ἑκὼν γενόμην ἀλλὰ φθόνος ἠέ τις ἄτη ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην

5νῦν δʹ ἐπὶ Μινῶιην καθαρὴν κρηπῖδα μολόντες ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα Anthologia Graeca 7 602 Ἀγαθίου σχολαστικοῦ Εὐστάδιε γλυκερὸν μὲν ἔχεις τύπον ἀλλά σε κηρὸν δέρκομαι οὐδʹ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος ἕζεται ἐν στομάτεσσι τεὴ δʹ εὐάνθεμος ἥβη αἰαῖ μαψιδίη νῦν χθονός ἐστι κόνις

5

πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ τετράκις ἓξ μούνους ἔδρακες ἠελίους οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν οὐ γενετῆρος ὄλβος πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος τὴν ἄδικον μοῖραν καταμέμφεται οὕνεκα τοίην

10 ἆ μέγα νηλειής ἔσβεσεν ἀγλαΐην Anthologia Graeca 7 612 Ἀγαθίου σχολαστικοῦ Φεῦ φεῦ τὴν δεκάτην Ἑλικωνίδα τὴν λυραοιδὸν Ῥώμης καὶ Φαρίης ἥδε κέκευθε κόνις ὤλετο φορμίγγων τερετίσματα λῆξαν ἀοιδαί ὥσπερ Ἰωάννηι πάντα συνολλύμνα

5καὶ τάχα θεσμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι τύμβον Ἰωάννης ἀνθʹ Ἑλικῶνος ἔχειν Anthologia Graeca 7 614 Ἀγαθίου σχολαστικοῦ Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος ὄκκα δʹ Ἀθηναίηισι σὺν ὁλκάσιν ἐνθάδε κέλσας τὰν Μυτιληναίαν γᾶν ἀλάπαξε Πάχης

5τᾶν κουρᾶν ἀδίκως ἠράσσατο τὼς δὲ συνεύνως ἔκτανε τήνας ltδὴgt τῆιδε βιησόμενος ταὶ δὲ κατʹ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην δάμωι δʹ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος

10 μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην τοῖα μέν ὦ κούρα πεπονήκατον ἂψ δʹ ἐπὶ πάτραν ἥκετον ἐν δʹ αὐτᾶι κεῖσθον ἀποφθιμένα εὖ δὲ πόνων ἀπόνασθον ἐπεὶ ποτὶ σᾶμα συνεύνων εὕδετον ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας

15ὑμνεῦσιν δʹ ἔτι πάντες ὁμόφρονας ἡρωΐνας πάτρας καὶ ποσίων πήματα τισαμένας

Π ρ ο τ ρ ε π τ ι κ ά Anthologia Graeca 10 14 Ἀγαθίου σχολαστικοῦ Εὔδια μὲν πόντος πορφύρεται οὐ γὰρ ἀήτης κύματα λευκαίνει φρικὶ χαρασσόμενα οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται

5οἱ ζέφυροι πνείουσιν ἐπιτρύζει δὲ χελιδὼν κάρφεσι κολλητὸν πηξαμένη θάλαμον θάρσει ναυτιλίης ἐμπείραμε κἂν παρὰ Σύρτιν κἂν παρὰ Σικελικὴν ποντοπορῆις κροκάλην μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου

10 ἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους Anthologia Graeca 10 64 Ἀγαθίου σχολαστικοῦ Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον οἱ δὲ περισσοὶ πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ὤιχεο τοῖς πρότερον δὲ οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη

5πολλή σοι κλυτοεργὲ Τύχη χάρις οὕνεχʹ ὁμοίως πάντας ἀεὶ παίζεις κεἰσέτι τερπόμεθα Anthologia Graeca 10 66 Ἀγαθίου σχολαστικοῦ Εὖτέ τις ἐκ πενίης πλούτου ἠδὲ καὶ ἀρχῆς οὐκέτι γινώσκει τίς πέλε τὸ πρότερον τὴν ποτὲ γὰρ φιλίην ἀπαναίνεται ἀφρονέων δὲ τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης

5ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος οὐκ ἐθέλεις δέ αἰτίζων ἀκόλους νῦν ἑτέροις παρέχειν πάντα φίλος μερόπεσσι παρέρχεται εἰ δʹ ἀπιθήσεις ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις Anthologia Graeca 10 68

Ἀγαθίου Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον εἰ δʹ ἄρʹ ἀνάγκη ἀρσενικὴ φιλότης μή ποτέ σε κλονέοι θηλυτέρας φιλέειν ὀλίγον κακόν οὕνεκα κείναις κυπριδίους ὀάρους πότνα δέδωκε φύσις

5δέρκεο τῶν ἀλόγων ζώιων γένος ἦ γὰρ ἐκείνων οὐδὲν ἀτιμάζει θέσμια συζυγίης ἄρσενι γὰρ θήλεια συνάπτεται οἱ δʹ ἀλεγεινοὶ ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον Anthologia Graeca 10 69 Τοῦ αὐτοῦ Τὸν θάνατον τί φοβεῖσθε τὸν ἡσυσίης γενετῆρα τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας μοῦνον ἅπαξ θνητοῖς παραγίνεται οὐδέ ποτʹ αὐτὸν εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον

5αἱ δέ νόσοι πολλαὶ καὶ ποικίλαι ἄλλοτʹ ἐπʹ ἄλλον ἐρχόμεναι θνητῶν καί μεταβαλλόμεναι

Σ κ ω π τ ι κ ά Anthologia Graeca 11 350 Ἀγαθίου σχολαστικοῦ Νήπιε πῶς σε λέληθε Δίκης ζυγόν οὐ νοέεις δὲ ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην ῥήτρηι πιστεύεις πυκινόφρονι σῆι τε μενοινῆι ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένηι

5ἐλπίζειν ἔξεστι Θέμιν δʹ οὐκ οἶδεν ἀμεῖψαι τῆς σῆς ἠλεμάτου παίγνια φαντασίης Anthologia Graeca 11 352 Ἀγαθίου σχολαστικοῦ Τὸν σοφὸν ἐν κιθάρηι τὸν μουσικὸν Ἀνδροτίωνα

εἴρετό τις τοίην κρουματικὴν σοφίην laquoΔεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως

5λεπτὸν ὑποτρίζουσα καὶ ἀντίτυπον τερέτισμα πάσχει τῆς ἰδίης πλησσομένης ὑπάτης ὥστε με θαυμάζειν πῶς ἄπνοα νεῦρα ταθέντα ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέαraquo ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν

10 ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην laquoἔστι δʹraquo ἔφη laquoλύσις ἥδε τὰ νευρία πάντα τέτυκται ἐξ ὄϊος χολάδων ἄμμιγα τερπσομένων τοὔνεκεν εἰσὶν ἀδελφά καὶ ὡς ξύμφυλα συνηχεῖ ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα

15γνήσια γὰρ τάδε πάντα μιῆς ἅτε γαστρὸς ἐόντα καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῶι πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνουςraquo Anthologia Graeca 11 354 Ἀγαθίου σχολαστικοῦ Ἄλλον Ἀριστοτέλην Νικόστρατον ἰσοπλάτωνα σκινδαλαμοφράστην αἰπυτάτης σοφίης τοῖα περὶ ψυχῆς τις ἀνείρετο laquoπῶς θέμις εἰπεῖν τὴν ψυχήν θνητὴν ἢ πάλιν ἀθάνατον

5σῶμα δὲ δεῖ καλέειν ἢ ἀσώματον ἐν δὲ νοητοῖς τακτέον ἢ ληπτοῖς ἢ τὸ συναμφότερονraquo αὐτὰρ ὃς τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους καὶ παρὰ τῶι Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς

10 πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην εἶτα περιστέλλων τὸ τριβῶνιον εἶτα γενείου ἄκρα καταψήχων τὴν λύσιν ἐξέφερεν laquoεἴπερ ὅλως ἔστι ψυχῆς φύσις ‐ οὐδὲ γὰρ οἶδα ‐ ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος

15στερνοφυὴς ἢ ἄϋλος ὅταν δʹ Ἀχέροντα περήσηις κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων

εἰ δʹ ἐθέλεις τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην μιμοῦ καὶ τεγέων σὸν δέμας ἐκχάλασον καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτόν

20 μοῦνον ὅπερ ζητεῖς τοῦθʹ ὑπολειπόμενοςraquo Anthologia Graeca 11 365 Ἀγαθίου σχολαστικοῦ Καλλιγένης ἀγροῖκος ὅτε σπόρον ἔμβαλε γαίηι οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου ἤιτεε δʹ ἐξερέειν εἴπερ θέρος αἴσιον αὐτῶι ἔσται καὶ σταχύων ἄφθονος εὐπορίη

5ὃς δὲ λαβὼν ψυφῖδας ὑπὲρ πινακός τε πυκάζων δάκτυλά τε γνάμπτων φθέγξατο Καλλιγένει laquoεἴπερ ἐπομβρηθῆι τὸ ἀρούριον ὅσσον ἀπόχρη μηδέ τινʹ ὑλαίην τέξεται ἀνθοσύνην μηδὲ πάγος ῥήξηι τὴν αὔλακα μηδὲ χαλάζηι

10 ἄκρον ἀποδρυφθῆι δράγματος ὀρνυμένου μηδὲ κεμὰς κείηισι τὰ λήϊα μηδέ τινʹ ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην ἐσθλόν σοι τὸ θέρος μαντεύομαι εὖ δʹ ἀποκόψεις τοὺς στάχυας μούνας δείδιθι τὰς ἀκρίδαςraquo Anthologia Graeca 11 372 Ἀγαθίου σχολαστικοῦ Σῶμα φέρων σκιοειδές ἀδερκέϊ σύμποον αὔρηι μή ποτε θαρσήσηις ἄγχι τινὸς πελάσαι μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομίσσηι ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον

5οὐ σὺ μόρον τρομέεις τότε γὰρ πάλιν οὐδὲν ἀμείψας ἔσσεαι ὡσαύτως φάσμα τόπερ τελέθεις Anthologia Graeca 11 376 Ἀγαθίου σχολαστικοῦ Ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν εἴρετό μιν τοίης ἀμφὶ δικασπολίης

laquoἡμετέρη θεράπαινα φύγεν ποτέ τὴν δέ τις εὑρὼν ἀλλοτρίην τʹ εἶναι λάτριν ἐπιστάμενος

5ζεῦξεν ἑῶι θεράποντι τέκεν δʹ ὑπὸ παῖδας ἐκείνωι καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροιraquo ὅς δʹ ὅτε μερμήριξε καὶ ἔδρακε βίβλον ἑκάστην εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον laquoἢ σοὶ ἢ τῶι ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη

10 δουλεύειν κείνους ὧν χάριν ἐξερέεις δίζεο δʹ εὐμενέοντα δικασπόλον αἶψα δʹ ἀποίσηι ψῆφον ἀρειοτέρην εἴ γε δίκαια λέγειςraquo Anthologia Graeca 11 379 Ἀγαθίου σχολαστικοῦ Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας ὑμετέρους ἵνα σοῖς ἐν μεγάροις πελάσηι εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις

5ἀλλʹ οὐ σεῖο μέλαθρά με δέξεται οὐ γὰρ ἔγωγε βήσομαι ὑμετέρηι γαστρὶ φυλαξόμενος εἰ δέ ποτʹ ἐς τεὸν οἶκον ἐλεύσομαι οὐ μέγʹ ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας ἀλλʹ ἔσομαι πολύτλας τις ἐγὼ πλέον εἰ σὲ περήσω

10 Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον Anthologia Graeca 11 382 Ἀγαθίου σχολαστικοῦ Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων

5ἦλθε δὲ Καλλίγνωτος ὁ Κώϊος ὁ πλατυλέσχης τῆς παιωνιάδος πληθόμενος σοφίης πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν οὔ τι περιττὸν ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον Ἀλκιμένους δʹ ἐδόκευεν ἀνάκλισιν ἔκ τε προσώπου

10

φράζετο καὶ παλάμης ψαῦεν ἐπισταμένως καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα πάντʹ ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευόμενος

15laquoεἴ γε φάρυγξ βομβεῦσα καὶ ἄγρια τύμματα πλευροῦ καὶ πυρετῶι λήξηι πνεῦμα δασυνόμενον οὐκέτι τεθνήξει πλευρίτιδι τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης θάρσει τὸν νιμικὸν δὲ κάλει καὶ χρήματα σαυτοῦ

20 εὖ διαθεὶς βιότου λῆγε μεριμνοτόκου καί με τὸν ἰητρόν προρρήσιος εἵνεκεν ἐσθλῆς ἐν τριτάτηι μοίρηι κάλλιπε κληρονόμονraquo

Ἐ ρ ω τ ι κ ά Anthologia Graeca 5 216 (215) Ἀγαθίου σχολαστικοῦ Εἰ φιλέεις μὴ πάμπαν ὑποκλασθέντα χαλάσσηις θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης ἀλλά τι καὶ φρονέοις στεγανώτερον ὅσσον ἐρύσσαι ὀφρύας ὅσσον ἰδεῖν βλέμματι φειδομένωι

5ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων κεῖνος δʹ ἐστὶν ἄριστος ἐρωτικός ὃς τάδε μίξει οἶκτον ἔχων ὀλίγηι ξυνὸν ἀγηνορίηι Anthologia Graeca 5 218 (217) Ἀγαθίου σχολαστικοῦ Τὸν σοβαρὸν Πολέμωνα τὸν ἐν θυμέληισι Μενάνδρου κείραντα Γλυκέρας τῆς ἀλόχου πλοκάμους ὁπλότερος Πολέμων μιμήσατο καὶ τὰ Ῥοδάνθης βόστρυχα παντόλμοις χερσὶν ἐληΐσατο

5καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης

ζηλομανὲς τὸ κόλασμα τί γὰρ τόσον ἤλιτε κούρη εἴ με κατοικτείρειν ἤθελε τειρόμενον σχέτλιος ἀμφοτέρους δὲ διέτμαγε μέχρι καὶ αὐτοῦ

10 βλέμματος ἐνστήσας αἴθοπα βασκανίην ἀλλʹ ἔμπης τελέθει laquoΜισούμενοςraquo αὐτὰρ ἔγωγε laquoΔύσκολοςraquo οὐχ ὁρόων τὴν laquoΠερικειρομένηνraquo Anthologia Graeca 5 220 (219) Ἀγαθίου σχολαστικοῦ Εἰ καὶ νῦν πολιή σε κατεύνασε καὶ τὸ θαλυκρὸν κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης ὤφελες ὦ Κλεόβουλε πόθους νεότητος ἐπιγνοὺς νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας

5μηδʹ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα μηδὲ κομάων τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι laquoἈντίπατροςraquo τῆι παιδὶ πάρος μεμέλησο ταλαίνηι καὶ νῦν ἐξαπίνης laquoἈντίπαλοςraquo γέγονας Anthologia Graeca 5 222 (221) Ἀγαθίου Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσα κούρη Τερψιχόρης ἀντεμέλιζε μίτοις εἴ ποτε δὲ τραγικῶι ῥοιζήματι ῥήξατο φωνήν αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο

5εἰ δέ καὶ ἀγλαΐς κρίσις ἵστατο μᾶλλον ἂν αὐτὴ Κύπρις ἐνικήθη κἂν ἐδίκαζε Πάρις σιγῆι ἐφʹ ἡμείων ἵνα μὴ Διόνυσος ἀκούσας τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων Anthologia Graeca 5 237 (236) Ἀγαθίου Μυριναίου σχολαστικοῦ Πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι εὖτε δʹ ἐπέλθηι ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος ἀμφιπεριτρύζουσι χελιδόνες ἐς δέ με δάκρυ βάλλουσιν γλυκερὸν κῶμα παρωσάμεναι

5

ὄμματα δʹ οὔ ltτιgt λάοντα φυλάσσεται ἡ δὲ Ῥοδάνθης αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται ὦ φθονεραὶ παύσασθε λαλητρίδες οὐ γὰρ ἔγωγε τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην ἀλλʹ Ἴτυλον κλαίοιτε κατʹ οὔρεα καὶ γοάοιτε

10 εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι βαιὸν ἵνα κνώσσοιμην ἴσως δέ τις ἥξει ὄνειρος ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι Anthologia Graeca 5 261 (260) Ἀγαθίου σχολαστικοῦ Εἰμὶ μὲν οὐ φιλόοινος ὅταν δʹ ἐθέληις με μεθύσσαι πρῶτα σὺ γευομένη πρόσφερε καὶ δέχομαι εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν οὐκέτι νήφειν εὐμαρὲς οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον

5πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα καί μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν Anthologia Graeca 5 263 (262) Ἀγαθίου σχολαστικοῦ Μήποτε λύχνε μύκητα φέροις μηδʹ ὄμβρον ἐγείροις μὴ τὸν ἐμὸν παύσηις νυμφίον ἐρχόμενον αἰεὶ σὺ φθονέεις τῆι Κύπριδι καὶ γὰρ ὅθʹ Ἡρὼ ἥρμοσε Λειάνδρωι θυμέ τὸ λοιπὸν ἔα

5Ἡφαίστου τελέθεις καὶ πείθομαι ὅττι χαλέπτων Κύπριδα θωπεύεις δεσποτικὴν ὀδύνην Anthologia Graeca 5 267 (266) Ἀγαθίου σχολαστικοῦ Τί στενάχεις ‐ Φιλέο ‐ Τίνα ‐ Παρθένον ‐ Ἦ ῥά γε καλήν ‐ Καλὴν ἡμετέροις ὄμμασι φαινομένην ‐ Ποῦ δέ μιν εἰσενόησας ‐ Ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν ξυνῆι κεκλιμένην ἔδρακον ἐν στιβάδι ‐

5Ἐλπίζεις δὲ τυχεῖν ‐ Ναὶ ναί φίλος ἀμφαδίην δὲ οὐ ζητῶ φιλίην ἀλλʹ ὑποκλεπτομένην ‐ Τὸν νόμιμον μᾶλλον φεύγεις γάμον ‐ Ἀτρεκὲς ἔγνων

ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον ‐ Ἔγνως οὐ φιλέεις ἐψεύσαο πῶς δύναται γὰρ

10 ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη Anthologia Graeca 5 269 (268) Ἀγαθίου σχολαστικοῦ Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην τῆς μὲν ἐφιμείρων τῆι δὲ χαριζόμενος εἷλκε δέ μʹ ἡ φιλέουσα πάλιν δʹ ἐγώ οἷά τέ τις φώρ χείλεϊ φειδομένωι τὴν ἑτέρην ἐφίλουν

5ζῆλον ὑποκλέπτων τῆς γείτονος ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας ὀχθήσας δʹ ἄρʹ ἔειπον laquoἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι ὡς τὸ φιλεῖν χαλεπόν δισσὰ κολαζομένωιraquo Anthologia Graeca 5 273 (272) Ἀγαθίου σχολαστικοῦ Ἡ πάρος ἀγλαΐηισι μετάρσιος ἡ πλοκαμῖδας σειομένη πλεκτὰς καὶ σοβαρευομένη ἡ μεγαλαυχήσασα καθʹ ἡμετέρης μελεδώνης γήραϊ ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν

5μαζὸς ὑπεκλίνθη πέσον ὀφρύες ὄμμα τέτηκται χείλεα βαμβαίνει φθέματι γηραλέωι τὴν πολιὴν καλέω Νέμεσιν πόθου ὅττι δικάζει ἔννομα ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη Anthologia Graeca 5 276 (275) Ἀγαθίου σχολαστικοῦ Σοὶ τόδε τὸ κρήδεμνον ἐμὴ μνήστειρα κομίζω χρυσεοπηνήτωι λαμπόμενον γραφίδι βάλλε δὲ σοῖς πλοκάμοισιν ἐφεσσαμένη δʹ ὑπὲρ ὤμων στήθεϊ παλλεύκωι τήνδε δὸς ἀμπεχόνην

5ναὶ ναὶ στήθεϊ μᾶλλον ὅπως ἐπιμάζιον εἴη ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον καὶ τόδε μὲν φορέοις ἅτε παρθένος ἀλλὰ καὶ εὐνὴν

λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην

10 καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων Anthologia Graeca 5 278 (277) Ἀγαθίου σχολαστικοῦ Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ μήτε τυχήσω μήτʹ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις

5ἄρκια θηλυτέρων ἀλιτήματα κεῖνα κομίσσω καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκωι Anthologia Graeca 5 280 (279) Ἀγαθίου σχολαστικοῦ Ἦ ῥά γε καὶ σύ Φίλιννα φέρεις πόθον ἦ ῥὰ καὶ αὐτὴ κάμνεις αὐαλέοις ὄμμασι τηκομένη ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον ἡμετέρης δὲ φροντίδος οὔτε λόγος γίνεται οὔτʹ ἀριθμός

5εὑρήσεις τάltχʹgt ὅμοια τεὴν δʹ ἀμέγαρτε παρειὴν ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος ἓν δέ τι καλὸν ἔλλαχεν ἐχθαίρει τὰς σοβαρευομένας Anthologia Graeca 5 282 (281) Ἀγαθίου σχολαστικοῦ Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῶι τὴν ἀπὸ τῆς ἥβης ὀυκ ἀπέθηκε χάριν ἀλλʹ ἔτι μαρμαίρουσι παρηΐδες ὄμμα δὲ θέλγειν οὐ λάθε τῶν δʹ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη

5μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν ἐνθάδε δʹ ἔγνων ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται Anthologia Graeca 5 285 (284) Ἀγαθίου σχολαστικοῦ

Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην καὶ κείνην φιλέεσκεν ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ

5αὖ ἐρύων τὸ φίλημα περὶ ζωστῆρα δὲ κούρης μάστακι ποππύζων τηλόθεν ἀντεφίλουν ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἔην χεῖλεος ἀμφοτέρου Anthologia Graeca 5 287 (286) Ἀγαθίου σχολαστικοῦ Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ πείραζον κραδίην πλάσματι κερδαλέωι laquoΒήσομαι ἐς ξείνην τινά που χθόνα μίμνε δέ κούρη ἀρτίπος ἡμετέρου μνῆστιν ἔχουσα πόθουraquo

5ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο καὶ τὸ πρόσωπον πλῆξε καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης καί με μένειν ἱκέτευεν ἐγὼ δέ τις ὡς βραδυπειθὴς ὄμματι θρυπτομένωι συγκατένευσα μόνον ὄλβιος ἐς πόθον εἰμί τὸ γὰρ μενέαινον ἀνύσσαι

10 πάντως εἰς μεγάλην τοῦτο δέδωκα χάριν Anthologia Graeca 5 289 (288) Ἀγαθίου σχολαστικοῦ Ἡ γραῦς ἡ τρικόρωνος ἡ ἡμετέρους διὰ μόχθους μοίρης ἀμβολίην πολλάκι δεξαμένη ἄγριον ἦτορ ἔχει καὶ θέλγεται οὔτʹ ἐπὶ χρυσῶι οὔτε ζωροτέρωι μείζονι κισσυβίωι

5τὴν κούρην δʹ αἰεὶ περιδέρκεται εἰ δέ ποτʹ αὐτὴν ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην ἆ μέγα τολμήεσσα ῥαπίσμασιν ἀμφὶ πρόσωπα πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην εἰ δʹ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο Περσεφόνεια

10 οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος ἔστω δʹ ἀμφοτέροισι χάρις μία τῆς δὲ γεραιῆς ῥύεο τὴν κούρην πρίν τι κακὸν παθέειν

Anthologia Graeca 5 292 (291) Ἀγαθίου σχολαστικοῦ Πέραν τῆς πόλεως διάγοντος διὰ τὰ λύσιμα τῶν νόμων ὑπομνηστικὸν πεμφθὲν πρὸς Παῦλον Σιλεντιάριον Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνωι φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων

5καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες ἡ δʹ ὀλολυγὼν τρύζει τρηχαλέαις ἐνδιάουσα βάτοις ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ σέο μῦθον ἀκούειν ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος καί μοι δισσὸς ἔρως περικίδναται εἰσοράαν γὰρ

10 καὶ σέ μάκαρ ποθέω καὶ γλυκερὴν δάμαλιν ἧς με περισμύχουσι μεληδόνες ἀλλά με θεσμοὶ εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος Anthologia Graeca 5 294 (293) Ἀγαθίου σχολαστικοῦ Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρηι δόχμιον ἐν λέκτρωι νῶτον ἐρεισαμένη προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος οἷα δʹ ἐπʹ ἦρι ἔσκεπε τὴν κούρην ἁπλοὶς ἐκταδίη

5καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου κεῖτο χαλικρήτωι νάματι βριθομένη ἔμπης οὔ μʹ ἐφόβησαν ἐπεῖ στρεπτῆρα θυρέτρου χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης

10 ἔσβεσα καὶ διαδὺς λέχριος ἐν θαλάμωι τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον ἦκα δὲ λέκτρου νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος ὠρθούμην κατὰ βαιόν ὅπηι βατὸν ἔπλετο τεῖχος ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος

15

μαζοὺς μὲν κρατέεσκον ὑπεθρύφθην δὲ προσώπωι μάστακα πιαίνων χείλεος εὐαφίηι ἦν δʹ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα καὶ τὸ φίλημα σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης οὔπω δʹ ἐξαλάπαξα φίλης πύργωμα κορείης

20 ἀλλʹ ἔτʹ ἀδηρίτωι σφίγγεται ἀμβολίηι ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα ναὶ τάχα πορθήσω τείχεα παρθενίης οὐδʹ ἔτι με σχήσουσιν ἐπάλξιες ἢν δὲ τυχήσω στέμματα σοὶ πλέξω Κύπρι τροπαιοφόρε Anthologia Graeca 5 296 (295) Ἀγαθίου σχολαστικοῦ Ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος γαστέρα μαντώιου μάξατο κισσυβίου ἔγνων ὡς φιλέεις με τὸ δʹ ἀτρεκὲς αὐτίκα πείσεις εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη

5τοῦτό σε γὰρ δείξει παναληθέα τοὺς δὲ μεθυστὰς καλλείψω λατάγων πλήγμασι τερπομένους Anthologia Graeca 5 297 (296) Ἀγαθίου σχολαστικοῦ laquoἨϊθέοις οὐκ ἔστι τόσος πόνος ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες οἷς τὰ μερίμνης ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέωι

5παίγνιά τʹ ἀμφιέπουσι παρήγορα καὶ κατʹ ἀγυιὰς πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι ἡμῖν δʹ οὐδὲ φάος λεύσσειν θέμις ἀλλὰ μελάθροις κρυπτόμεθα ζοφεραῖς φροντίσι τηκόμεναιraquo Anthologia Graeca 5 299 (298) Ἀγαθίου σχολαστικοῦ laquoΜηδὲν ἄγανraquo σοφὸς εἶπεν ἐγὼ δέ τις ὡς ἐπέραστος ὡς καλός ἠέρθην ταῖς μεγαλοφροσύναις καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο κεῖσθαι τῆς κούρης τῆς τάχα κερδαλέης

5ἡ δʹ ὑπερηέρθη σοβαρήν θʹ ὑπερέσχεθεν ὀφρὺν ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη καὶ νῦν ὁ βλοσυρωπός ὁ χάλκεος ὁ βραδυπειθής ὁ πρὶν ἀερσιπότης ἤριπον ἐξαπίνης πάντα δʹ ἔναλλα γένοντο πεσὼν δʹ ἐπὶ γούνασι κούρης

10 ἴαχον laquoἹλήκοις ἤλιτεν ἡ νεότηςraquo Anthologia Graeca 5 302 (301) Ἀγαθίου σχολαστικοῦ Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον ἐν μὲν ἀγυιαῖς μαχλάδος οἰμώξεις χρυσομανῆ σπαλάτην εἰ δʹ ἐπὶ παρθενικῆς πελάσοις λέχος ἐς γάμον ἥξεις ἔννομον ἢ ποινὰς τὰς περὶ τῶν φθορέων

5κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν τίς κεν ὑποτλαίη πρὸς χρέος ἑλκόμενος μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων ὧν μέτα παιδομανὴς κείσθω ἀλυτροσύνη χήρη δʹ ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν

10 καὶ πάντα φρονέει δήνεα μαχλοσύνης ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα δέχνυται ἀστόργου κέντρα παλιμβολίης καὶ στυγέει τὸ τελεσθέν ἔχουσα δὲ λείψανον αἰδοῦς ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας

15εἰ δὲ μιγῆις ἰδίηι θεραπαινίδι τλῆθι καὶ αὐτὸς δοῦλος ἐναλλάγδην δμωΐδι γινόμενος εἰ δὲ καὶ ὀθνείηι τότε σοι νόμος αἶσχος ἀνάψει ὕβριν ἀνιχνεύων σώματος ἀλλοτρίου πάντʹ ἄρα Διογένης ἔφυγεν τάδε τὸν δʹ ὑμέναιον

20 ἤειδεν παλάμηι Λαΐδος οὐ χατέων

Σ υ μ π ο τ ι κ ά Anthologia Graeca 11 57 Ἀγαθίου σχολαστικοῦ Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχωι Οἰνοπίων ἔμπης δʹ οὐκ ἀπέθηκε δέπας ἀλλʹ ἔτι διψώων ἰδίηι κατεμέμφετο χειρὶ ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένη

5οἱ δὲ νέοι ῥέγχουσι καὶ οὐ σθένος οὐδʹ ἀπʹ ἀριθμοῦ τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας πῖνε γέρον καὶ ζῆθι μάτην δʹ ἄρα θεῖος Ὅμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη Anthologia Graeca 11 64 Ἀγαθίου σχολαστικοῦ Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν ἤδη δʹ ἄσπετον οἶδμα κατέρρεεν οἷα δὲ λέμβοι κισσύβια γλυκερῶν νήχεθʹ ὑπὲρ ῥοθίων

5οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη θερμῶν Νηϊάδων οὐ μάλα δευόμενοι ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθη μαρμαρυγῆις κάλλους νᾶμα κατηγλάϊσεν πάντων δʹ ἐκδεδόνηντο θοαὶ φρένες οὐδέ τις ἡμέων

10 ἦεν ὃς οὐ Βάκχωι δάμνατο καὶ Παφίηι τλήμονες ἀλλʹ ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν τῆς δʹ ἄρʹ ὑπʹ ἐλπωρῆι μοῦνον ἐπαιζόμεθα

Π ε ρ ὶ τ ῆ ς Ἰ ο υ σ τ ι ν ι α ν ο ῦ β α σ ι λ ε ί α ς τ ό μ ο ι π έ ν τ ε

____________________________________________________________

Προοίμιον Τόμος αʹ Τόμος βʹ Τόμος γʹ Τόμος δʹ Τόμος εʹ _______________ Textus Agathiae Myrinaei historiarum libri quinque ed Rudolf Keydell Berlin 1967

Π ρ ο ο ί μ ι ο ν

1 Καλὸν μέν τι χρῆμα καὶ εὔδαιμον νῖκαι πολέμων καὶ τρόπαια πόλεών τε ἀνοικισμοὶ καὶ ἀγλαΐσματα καὶ ἅπαντα ὁπόσα μεγάλα τε καὶ ἀξιάγαστα ἔργα ταῦτα δὲ καὶ τὰ τοιάδε δόξαν μέν τινα καὶ ἡδονὴν τοῖς κτησαμένοις ἐπάγει ἀποβιοῦσι δὲ αὐτοῖς καὶ ἐκεῖσε οἰχομένοις οὔτι μάλα ἐθέλουσιν ἕπεσθαι ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρατρέπει τὰς ἀληθεῖς τῶν πράξεων ἀποβάσεις ἤδη δὲ καὶ τῶν ἐπισταμένων ἀποβιούντων οἴχεται καὶ διαδιδράσκει ἡ γνῶσις σὺν αὐτοῖς σβεννυμένη 2 Οὕτως ἄρα μνήμη γυμνὴ ἀνόνητόν τι καὶ οὐ μόνιμον οὐδὲ τῶι μακρῶι συνεκτείνεσθαι πέφυκεν χρόνῶι καὶ οὐκ ἄν οἶμαι ἢ πατρίδος προκινδυνεύειν ἔνιοι ἔγνωσαν ἢ ἄλλους ἀναδέχεσθαι πόνους εὖ εἰδότες ὡς εἰ καὶ σφόδρα μέγιστα δράσαειν

συναπολεῖται τὸ κλέος αὐτοῖς καὶ διαρρυήσεται μόνωι τῶι βίωι αὐτῶν ἐκμεμετρημένον εἰ μή τις ὡς ἔοικε θεία προμήθεια τὸ ἀσθενὲς τῆς φύσεως ἀναρρωννῦσα τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε ἐλπίδας 3 Οὐ γάρ οἶμαι κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ Ὀλυμπιονῖκαι ltκαὶ Νεμεονῖκαιgt ἐν ταῖς κονίστραις ἐναπεδύοντο οὐδʹ αὖ οἱ ἀγαθοὶ τῶν πολέμων ἀγωνισταὶ λαφύρων γε μόνον καὶ τοῦ παραυτίκα κερδαλέου ἐφιέμενοι ἐς προὖπτόν τε καὶ διαφανῆ κίνδυνον σφᾶς αὐτοὺς ἀφιᾶσιν ἀλλὰ δόξης ἀμφότεροι ἕκατι βεβαίας τε καὶ ἀκηράτου ἣν οὐχ οἷόν τε ἄλλος καρπώσασθαι ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζούσης οὐχ οἷα τὰ Ζαμόλξιδος νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη ἀλλʹ ὡς ἀληθῶς τρόπωι τινὶ θείωι τε καὶ ἀθανάτωι καὶ ὧι μόνωι δύναται τὰ θνητὰ ἐς ἀεὶ διαβιώσκειν 4 Ῥάιδιον μὲν οὖν ἥκιστα ἂν εἴη ἅπαντα διεξιέναι καὶ ἀπαριθμεῖσθαι ὁπόσων ἀγαθῶν ἡ ἱστορία τὸν βίον ἐμπίπλησι τὸν ἀνθρώπειον ὡς δὲ συλλήβδην εἰπεῖν οἶμαί γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν 5 Ἡ μὲν γὰρ οἷά τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος κελεύει καὶ διατάττει ὁποίων τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει ὥσπερ τῶι πείθοντι καταμιγνῦσα τὸ ἀναγκάζον ἡ δὲ τῶι θέλγοντι πλείστωι χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῆι ποικιλίαι τῶν παραδειγμάτων καὶ παριστῶσα τῶι λόγωι ἐν οἷς τε εὐδοκιμήκασιν ἄνθρωποι εὐβουλίαι χρησάμενοι καὶ δικαιοσύνηι καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος ἢ γνώμης τινὸς ἐναντίας ἢ τύχης ἡγησαμένης λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἀρετὰς εἰσοικίζουσα τὸ γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει 6 Ἐγὼ μὲν οὖν ταῦτα ἐκ πλείστου σκοπῶν τε καὶ διαλογιζόμενος ὑπεράγασθαι μὲν χρῆναι ἡγούμην καὶ κοινοὺς ἀνυμνεῖν εὐεργέτας τοὺς ὁπόσοις ἤδη αἱ τοιαίδε πραγματεῖαι διαπεπόνηνται οὐ μὴν ἐγχειρητέα γʹ ἐμοι τῶιδε τῶι πόνωι ἐδόκει οὐδὲ τὴν ἀρχὴν ἀποπειρατέα 7 Ἐτύγχανον γὰρ μᾶλλον δή τι ἐκ παίδων τῶι ἡρώωι ῥυθμῶι

ἀνειμένος καί με ἤρεσκε τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων καὶ τοίνυν πεποίηταί μοι ἐν ἑξαμέτροις βραχέα ἄττα ποιήματα ἃ δὴ Δαφνιακὰ ἐπωνόμασται μύθοις τισὶ πεποικιλμένα ἐρωτικοῖς καὶ τῶν τοιούτων ἀνάπλεα γοητευμάτων 8 Ἔδοξε δέ μοι πρότερον κἀκεῖνο ἀξιέπαινόν τι εἶναι καὶ οὐκ ἄχαρι εἴ γε τῶν ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα διαλανθάνοντα ἔτι καὶ χύδην οὑτωσὶ παρʹ ἐνίοις ὑποψιθυριζόμενα ἀγείραιμί τε ὡς οἷόν τε εἰς ταὐτὸ καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμωι ἀποκεκριμένα καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολλὰ ἀγωνίσματα τοῦ μὲν ἀναγκαίου χάριν οὐ μάλα πεποιημένα ἄλλως δὲ ἴσως προσαγωγὰ καὶ θελκτήρια 9 Καὶ γὰρ δῆτα ἡ ποίησις ἱερόν τι χρῆμα καὶ θεσπέσιον ἐνθουσιῶσι γοῦν ἐν αὐτῆι αἱ ψυχαί εἴποι ἂν ὁ σοφὸς ὁ Ἀρίστωνος καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίγνονται καὶ τῆιδε κάτοχοι τῆι βακχείαι 10 Ἐμοὶ μὲν οὖν τοῖσδε θαμίζειν ἐδόκει καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι ἀλλʹ ἕπεσθαι τῶι Δελφικῶι ἐκείνωι προγράμματι καὶ τὰ οἰκεῖα γιγνώσκειν ἐπειδὴ δὲ ἐν τῶι κατʹ ἐμὲ χρόνωι ξυνέβη μεγάλους μὲν πολέμους πολλαχοῦ τῆς οἰκουμένης ἀπροσδόκητα ξυρραγῆναι ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις καὶ τύχης ἀτάκτους ἀντιρροπίας γενῶν τε καταλύσεις καὶ πόλεων ἀνδραποδισμοὺς καὶ μεταβολὰς οἰκητόρων καὶ οἷον ἅπαντα τὰ ἀνθρώπεια κεκινῆσθαι ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη δεδιέναι μοί πως ἐπῆλθε μή τι ἄρα οὐχ ὅσιον εἴη ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος καὶ σεσιγημένα 11 Τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι καὶ τοῦ συγγράφειν ἀμωσγέπως ἀποπειρᾶσθαι ὡς ἄν μοι μὴ ἅπας ὁ βίος ἐν μυθολογίαι τε καὶ περιττῶι πόνωι ἀναλωθείη ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον πολλοὶ δέ με καὶ τῶν ἐπιτηδείων ἐπείγοντες καὶ ἐγκελευόμενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέρρωσαν ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος ἀρχηγός γε ἦν τῆς παραινέσεως ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι καὶ τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος

παιδείας τε ἀποχρώντως ἔχων καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον έ‐ἐγκαλλώπισμα γεγενημένος 12 Οὗτος δὴ οὖν ὁ ἀνήρ περὶ πλείστου γὰρ τἀμὰ ἐποιεῖτο καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς ἄλλης ὠφελείας σφόδρα οἱ ἐπεφρόντιστο οὐκ ἀνίει ἐπείγων καὶ χρηστὰς ὑποφαίνων ἐλπίδας δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον τὸ ἐγχείρημα οὐδὲ τῶι μήπω ἐς πεῖραν ἐλθεῖν ὥσπερ ναυτιλίαν οἱ ἀθαλάττωτοι καταπεπλῆχθαι οἴεσθαι δὲ μᾶλλον οὐ πόρρω τετάχθαι ἱστορίαν ποιητικῆς ἀλλὰ ἄμφω ταῦτα εἶναι ἀδελφὰ καὶ ὁμόφυλα καὶ μόνωι ἴσως τῶι μέτρωι ἔστιν ἧι ἀλλήλων ἀποκεκριμένα ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαρροῦντά τε ἰέναι ἐκέλευε καὶ σθένει παντὶ ἔχεσθαι ἔργου 13 Ἀλλὰ γὰρ τοιαῦτα ἐπάιδων ἤδη μοι καὶ αὐτῶι βουλομένωι κατεκήλησέ γε ῥαιδίως καὶ ἔπεισεν καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι 14 Δηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον ἐμοὶ Ἀγαθίας μὲν ὄνομα Μύρινα δὲ πατρίς Μεμνόνιος δὲ πατήρ τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα καὶ οἱ τῶν δικαστηρίων ἀγῶνες Μύριναν δέ φημι οὐ τὸ Θράικιον πόλισμα οὐδὲ εἴ τις ἑτέρα κατὰ τὴν Εὐρώπην τυχὸν ἢ Λιβύην τῶιδε κέκληται τῶι ὀνόματι ἀλλὰ τὴν ἐν τῆι Ἀσίαι πάλαι ὑπὸ Αἰολέων ἀπωικισμένην ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει 15 Γένοιτο μὲν οὖν ἐμοί γε τελεώτατα τῆιδε ltτὰgt τροφεῖα ὡς οἷόν τε ἀποτῖσαι καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι νῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος [καὶ] τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω∙ ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον 16 Ποιήσομαι δὲ τὴν ξυγγραφὴν οὐχ ἧιπερ καὶ ἑτέροις ἐν τῶι παρόντι πεποίηται ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε πόνου ἀφίκοντο

ἀληθείας μὲν ὡς τὰ πολλὰ ἥκιστα μέλον αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύειν ἑλόμενοι ὡς εἴ ποτε ἄρα καὶ ἀληθῆ φήσαιεν ἀπιστεῖσθαι 17 Καίτοι ἐγκωμίωι μόνωι προσήκειν οἱ ταῦτα δεινοί φασι τὰ προσόντα ὁτωιοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαίρειν ἱστορία δὲ ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται οὐ μὴν τοῦτό γε σκοπόν οἶμαι καὶ γνώρισμα ἔχειν ἐθέλει ἀλλʹ εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι οὐ βιάζεσθαι αὐτῆι θέμις οὐδὲ μεταποικίλλειν τὰ γεγενημένα 18 Οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι καὶ τὸ τῆς ἐπιγραφῆς ἐπάγγελμα τοῦτο αὐτοῖς ὑποφαίνει πεφώρανται δὲ ὅμως τῆι πείραι κομψευόμενοι τὴν ἐπωνυμίαν τοὺς μὲν γὰρ ἔτι περιόντας εἴτε βασιλεῖς εἶεν εἴτε καὶ ἄλλως ἐπίσημοι οὐ μόνον τῆι ἀφηγήσει τῶν ἐξειργασμένων ἐγκωμιάζουσιν (ἡ γὰρ ἂν ὀλίγα ἡμάρτανον) ἔνδηλοι δὲ ἅπασι γίγνονται ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου τοὺς δὲ ἤδη τεθνηκότας ὁποῖοί τινες καὶ ἐτύγχανον ὄντες ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηναμένους ἤ τὸ γοῦν ἔλαττον δεινόν κατολιγωροῦσιν αὐτῶν ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι 19 Ταύτηι τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν ἐκθεραπεύοντες ὠφέλειαν σφίσι πορίζεσθαι κακῶς ἐπιστάμενοι ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μάλα τὰ τοιάδε ἀρέσκει λογιζόμενους ὡς οὐχ ἱκανὸν ἔσται τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι 20 Οὗτοι μὲν οὖν ξυγγραφόντων ὥς πηι φίλον αὐτοῖς καὶ εἰθισμένον ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον ἐς ὅ τι χωρήσει μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη ἀξιαφήγητα οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχόν μᾶλλον μὲν οὖν καὶ τῶν ἤδη ἀποιχομένων καὶ οὐδὲν ὅ τι παρήσω τῶν λόγου αξίων 21 Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι ἢ μόνον

ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα μετῆλθεν ἀρχήν Ἰουστινιανοῦ τεθνηκότος ἀλλʹ ἔγωγε καὶ ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδραμοῦμαι καὶ ὁπόσα οὔπω ἑτέρωι τῶι ἐκπεπόνηται ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον 22 Τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰ τοὺς ᾿Ιουστινιανοῦ χρόνους γεγενημένων ἐπειδὴ Προκοπίω τῶι ῥήτορι τῶι Καισαρείαθεν ἐς τὸ ἀκριβὲς ἀναγέγραπται παριτέον ἐκεῖνα ἔμοιγε ἅτε δὴ ἀποχρώντως εἰρημένα τὰ δὲ μετʹ ἐκεῖνον ὡς οἷόν τε διεξιτέον 23 Προοίμια μὲν γὰρ αὐτῶι τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη καὶ τῶι ἐκείνου παιδὶ Θεοδοσίωι Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος τά τε Οὐαραράνηι καὶ Περόζηι ξυνενεχθέντα καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφήιρηται τὴν ἀρχὴν καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο ὅπως τε Ἄμιδα ἥλω πρὸς αὐτοῦ ᾿Αναστασίου ῾Ρωμαίων βασιλεύοντος καὶ ὅσους αὖθις μετʹ ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῶιδε τῶι ἔργωι διεδέξατο πόνους 24 Ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους ὁπόσοι δὴ πρός τε Καβάδην καὶ Χοσρόην ἀμφὶ Συρίαν καὶ Ἀρμενίαν καὶ μὲν δὴ καὶ τὰ Λαζῶν ὅρια Ἰουστινιανῶι τῶι Ῥωμαίων αὐτοκράτορι διαπεπολέμηνται τούτους δὲ ἅπαντας ἐκ τῶν Προκοπίου λόγων ἄριστα ἂν διαγνοίης Γελίμερά τε τὸν Βανδίλον καὶ Καρχηδόνα τὴν πόλιν καὶ τὴν ξύμπασαν χώραν τῶν Ἄφρων ἀπὸ Βονιφατίου τε καὶ Γεζερίχου καὶ τῆς ἐν τῶι τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῶι δουλωθεῖσαν καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην 25 Μετά δὲ τὴν τῶν Βανδίλων κατάλυσιν καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι ὅτι τε Στότζας καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην τυράννω δὲ καταστάντε μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῆι Λιβύηι γεγόνατον καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινά πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι ἀλλὰ καὶ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν ἐν ἐκείνοις 26 Ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος ἐν Βυζαντίωι κατὰ τοῦ βασιλέως

ἀρθεῖσα καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο τάς τε τῶν Οὔννων ἐπιδρομάς οἳ δὴ ἐν τῶι τότε τὸν Ἴστρον ποταμὸν περαιωθέντες μέγιστα οἷα τὴν ῾Ρωμαίων ἀρχὴν ἐλυμήναντο Ἰλλυριούς τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖστα τῆς Εὐρώπης ληϊσάμενοι μέρος δέ τι καὶ τῆς Ἀσίας τὸν Ἑλλήσποντον διαβάντες 27 Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίαι καὶ Βέρροια καὶ Αντιόχεια ἡ πρὸς Ὀρόντηι ποταμῶι ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου πεπόρθηνται τήν τε ᾿Εδέσσης πολιορκίαν καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς ἔπειτα ἀπιὼν ὤιχετο πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαι τάς τε τῶν Αἰθιόπων καὶ Ὁμηριτῶν παρατάξεις καὶ ὅτου δὴ χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην 28 Εἴρηται δὲ αὐτῶι πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι ὅπως τε τὴν ἀρχὴν κατʹ ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήρρησε καὶ ὁποῖα ἄττα παράλογα ἐν αὐτῶι ξυνηνέχθη 29 Ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῶι Ῥωμαίων στρατῶι ἀνὰ τὰ Λαζῶν πολίσματα καὶ Πέτρας τὸ φρούριον πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἐξείργασται πλήθη καὶ ταῦτα ἐκεῖθεν ἀναλεκτέον 30 Μεταβάντι δέ οἱ ἐπὶ τῆς Ἑσπέρας ὅπως τε Θευδέριχος ὁ τῶν Γότθων βασιλεὺς ἀπεβίω καὶ Ἄμαλασοῦνθα ἡ τοῦδε παῖς ὑπὸ Θευδάτου ἀνήιρηται καὶ ἅπαντα ὧν δὴ ἕνεκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη οὐδὲ ταῦτα ἐκείνωι παρεῖται οὐ μὲν οὖν ἀλλʹ οὐδὲ ὅπως Οὐίττιγις ὁ μετὰ Θεύδατον τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατηγοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος ἐς τὸ Βυζάντιον ἦκται οὐδέ γε ὅπως Σικελία τε καὶ Ῥώμη καὶ Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πάλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο 31 Λάβοι δὲ ἄν τις ἐνθένδε καὶ ὅτι Ναρσῆς ὁ τομίας ἐς Ἰταλίαν ἐστάλη στρατηγὸς αὐτοκράτωρ πρὸς τοῦ βασιλέως γεγενημένος τούς τε κλεινοὺς ἐκείνους πολέμους οἳ δὴ αὐτῶι πρὸς Τωτίλαν ἄριστα διαπεπόνηνται ὅτι τε αὖθις μετʹ ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν διαδεξάμενος οὐκ ἐς μακρὰν καὶ αὐτὸς

ἀνηιρέθη 32 Ταῦτα δὲ πάντα ἐς ἕκτον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας γεγένηνται καὶ Προκοπίωι μὲν τῶι ῥήτορι ἐν τοῖσδε οἶμαι αὐτῶι τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ ξυνετελέσθη ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων ἐφʹ ἅπερ καὶ τὴν ἀρχὴν ὡρμήθην ἰέναι καὶ δὴ ἐπὶ ταῦτα εἶμι καὶ δὴ ἔχομαι τῶν πραγμάτων

Π ε ρ ὶ τ ῆ ς Ἰ ο υ σ τ ι ν ι α ν ο ῦ β α σ ι λ ε ί α ς τ ό μ ο ς α ʹ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22

1

1 Ἐπειδὴ Τεΐας ὁ μετὰ Τωτίλαν τῶν Γότθων ἡγεμὼν καταστάς ἀνακαλεσάμενος τὰς δυνάμεις καὶ ltἐςgt πόλεμον πανσυδὶ πρός τε Ναρσῆν καὶ Ῥωμαίους παρατάξαμενος ἡσσήθη τε κατὰ κράτος καὶ αὐτοῦ πολεμῶν διεφθάρη οἵ τε περισωθέντες τῶν Γότθων ἐγκειμένων σφίσι Ῥωμαίων καὶ οὐκ ἀνιέντων πιεζόμενοι ταῖς τε ἐπιδρομαῖς καὶ ὅτι ἐν χώρωι ἀνύδρωι ἐτύγχανον ξυνειλεγμένοι σπονδὰς τίθενται πρὸς Ναρσῆν ἐφʹ ὧι τὴν μὲν οἰκείαν ἀδεῶς νέμοιντο χώραν βασιλεῖ δὲ τῶι Ῥωμαίων κατήκοοι τὸ λοιπὸν ὄντες διατελοῖεν ἐπειδὴ ταῦτα τῆιδε ἐχώρει ἐδόκει μὲν ἅπασι πέρας ἔχειν τὰ τῶν ἐν Ἰταλία πολέμων τὰ δὲ ἦν ἄρα προοίμια 2 Οἶμαι γὰρ οὐδὲ ἐπιλείψειν ποτὲ τὸν αἰῶνα ἡμῶν τὰ τοιάδε μένειν δὲ ἐς ἀεὶ καὶ ἀκμάζειν ἔστʹ ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ἦι ἐπεὶ καὶ ἄνωθεν ἡμῖν ὡς ἔπος εἰπεῖν συνεισῆλθε τῶι βίωι καὶ οὖν μεστὴ μὲν ἡ ποίησις πλήρης δὲ ξύμπασα ἱστορία πολέμων τε καὶ παρατάξεων καὶ οὐκ ἂν ἄλλο τι εὕροις ἐν τοῖσδε κατὰ τὸ μᾶλλον

ἀναγεγραμμένον 3 Αἴτιον δὲ οἶμαι τούτων οὐχ ὅπερ οἱ πολλοί φασιν ἀστέρων τε πορείας καὶ τὸ μεμορμένον καί τινας παραλόγους ἀνάγκας εἰ γὰρ τὰ τῆς πεπρωμένης ἐν πᾶσι νικώιη ἀφαιρεθείη δὲ τῶν ἀνθρώπων τὸ προαιρετὸν καὶ ἑκούσιον παραινέσεις μὲν ἁπάσας καὶ τέχνας καὶ διδασκαλίας κενὰ καὶ ἄχρηστα νομιοῦμεν οἰχήσονται δὲ φροῦδοι καὶ ἄκαρποι αἱ τῶν ἄριστα βιούντων ἐλπίδες 4 Οὐ μέντοι ἀλλʹ οὐδὲ τὸ θεῖον αἴτιον ὥς γε ἐμὲ γιγνώσκειν φόνων τε καὶ συμπλοκῶν ἡγεῖσθαι προσήκει τὸ γὰρ ἀγαθὸν ἐκεῖνο καὶ ἀλεξίκακον φόνιόν τε καὶ φιλοπόλεμον οὔτʹ ἂν ἔγωγε φήσαιμι οὔτε εἰπόντι πιστεύσαιμι 5 Ἐς δὲ πλεονεξίαν τε καὶ ἀδικίαν αἱ τῶν ἀνθρώπων ψυχαὶ αὐθαίρετα κατολισθαίνουσαι πολέμων καὶ ταραχῶν ἅπαντα ἐμφοροῦσιν ἐνθένδε τε ὄλεθροι ξυμβαίνουσι πολλοὶ καὶ γένη ἀνθρώπων ἀνάρπαστα γίγνεται καὶ μυρίαι ἄλλαι ὠδίνονται κῆρες 6 Οὕτω γὰρ δὴ καὶ τότε οἱ Γότθοι ἐπειδὴ τὰς σπονδὰς θέμενοι καὶ διακριθέντες οἱ μὲν αὐτῶν εἴσω τοῦ Πάδου πρότερον διαιτώμενοι ποταμοῦ ἔς τε Τουσκίαν καὶ Λιγουρίαν καὶ ὅθι ἑκάστωι θυμῆρές τε ἦν καὶ εἰθισμένον ἐχώρουν οἱ δὲ ἐκτὸς διαβάντες ἀμφὶ Βενετίαν καὶ τὰ τῆιδε φρούρια καὶ πολίσματα ἧιπερ καὶ ἐν τῶι πρὸ τοῦ ἐσκεδάννυντο ἐπειδὴ οὖν ἐν τοῖσδε ἐτύγχανον ὄντες προσῆκον αὐτοὺς τὰ μὲν ὀμωμοσμένα τοῖς ἔργοις αὐτοῖς ἐμπεδῶσαι τὰ δὲ σφέτερα ἐν τῶι ἀσφαλεῖ κατέχοντας κινδύνων ἀπηλλάχθαι χρονίων καὶ μόλις γοῦν τῶν δεινῶν ἀναπνεῦσαι οἱ δὲ ἐλάχιστον ἐπισχόντες νεωτέρων αὖθις ἐφίεντο πραγμάτων καὶ ἐς ἀρχὴν ἑτέρου πολέμου καθίσταντο 7 Ἐπεί τε αὐτοὶ κατὰ σφᾶς οὐκέτι πρὸς Ῥωμαίους ἀξιόμαχοι ὤιοντο εἶναι αὐτίκα παρὰ τοὺς Φράγγους ἐτράποντο ἄμεινον σφίσιν αὐτοῖς τὰ παρόντα ἔσεσθαι κρίνοντες καὶ τὴν ὠφέλειαν ἐς ὅ τι μάλιστα διαρκεστάτην εἴ γε ἐξ ὁμόρων τε καὶ ἀστυγειτόνων ξυμμαχίαν ἐπαγαγόμενοι εἶτα θᾶττον ἀναμαχέσοιντο

2

1 Πρόσοικοί τε γάρ εἰσι τῆι Ἰταλία καὶ ἀγχιτέρμονες τὸ γένος τῶν Φράγγων εἶεν δʹ ἂν οὗτοι οἱ πάλαι ὀνομαζόμενοι Γερμανοί δῆλον δέ ἀμφὶ Ῥῆνον γὰρ ποταμὸν οἰκοῦσι καὶ τὴν ταύτηι ἤπειρον ἔχουσι δὲ καὶ Γαλλιῶν τὰ πλεῖστα οὐ πρότερον πρὸς αὐτῶν κατεχόμενα ἀλλʹ ὕστερον ἐπικτηθέντα καὶ τὴν Μασσαλίαν πόλιν τοὺς Ἰώνων ἀποίκους 2 Ταύτην γὰρ δὴ πάλαι Φωκαεῖς ἐξ Ἀσίας ὑπὸ Μήδων ἀναστάντες κατώικισαν Δαρείου τοῦ Ὑστάσπεω Περσῶν βασιλεύοντος καὶ νῦν ἐξ Ἑλληνίδος ἐστὶ βαρβαρική τὴν γὰρ πάτριον ἀποβεβληκυῖα πολιτείαν τοῖς τῶν κρατούντων χρῆται νομίμοις φαίνεται δὲ καὶ νῦν οὐ μάλα τῆς ἀξίας τῶν παλαιῶν οἰκητόρων καταδεεστέρα 3 Εἰσὶ γὰρ οἱ Φράγγοι οὐ νομάδες ὥσπερ ἀμέλει ἔνιοι τῶν βαρβάρων ἀλλὰ καὶ πολιτείαι ὡς τὰ πολλὰ χρῶνται Ῥωμαϊκῆι καὶ νόμοις τοῖς αὐτοῖς καὶ τὰ ἄλλα ὁμοίως ἀμφί τε τὰ συμβόλαια καὶ γάμους καὶ τὴν τοῦ θείου θεραπείαν νομίζουσιν 4 Χριστιανοὶ γὰρ ἅπαντες τυγχάνουσιν ὄντες καὶ τῆι ὀρθότατηι χρώμενοι δόξηι ἔχουσι δὲ καὶ ἄρχοντας ἐν ταῖς πόλεσι καὶ ἱερεῖς καὶ τὰς ἑορτὰς ὁμοίως ἡμῖν ἐπιτελοῦσι καὶ ὡς ἐν βαρβάρωι γένει ἔμοιγε δοκοῦσι σφόδρα εἶναι κόσμιοί τε καὶ ἀστειότατοι καὶ οὐδέν τι ἔχειν τὸ διαλλάττον ἢ μόνον τὸ βαρβαρικὸν τῆς στολῆς καὶ τὸ τῆς φωνῆς ἰδιάζον 5 Ἄγαμαι γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἔγωγε τῶν τε ἄλλων ὧν ἔχουσιν ἀγαθῶν καὶ τῆς ἐς ἀλλήλους δικαιοσύνης τε καὶ ὁμονοίας πολλάκις γὰρ ἤδη καὶ πρότερον καὶ μὲν δὴ καὶ ἐν τῶι κατʹ ἐμὲ χρόνωι τυχὸν μὲν ἐς τρεῖς τυχὸν δὲ καὶ ἐς πλείους ἡγεμόνας τῆς ἀρχῆς αὐτοῖς μεμερισμένης οὐπώποτε πόλεμον ἤραντο κατʹ ἀλλήλων οὐδὲ αἵματι ἐμφυλίωι τὴν πατρίδα ἔγνωσαν μιαίνειν 6 Καίτοι ἔνθα ἂν μεγάλαι δυνάμεις ἰσόρροποί τε καὶ ἀμφήριστοι ἀναφανεῖεν ἐνταῦθα ἀνάγκη φρονήματα φύεσθαι σκληρὰ καὶ

ὀγκώδη φιλοτιμίαι τε ὥσπερ εἰκός ὠδίνονται καὶ φιλοπρωτεῖαι καὶ ἄλλα ἄττα μυρία ταραχῶν τε καὶ στάσεων γονιμώτατα πάθη ὅμως παρʹ ἐκείνοις εἰ καὶ ἐς πλείστας ὅσας ἀρχὰς τύχοιεν διηιρημένοι οὐδὲν ὅ τι τοιόνδε ξυμφέρεται 7 Ἀλλʹ εἴπερ ἄρα καί τινα ἔριν τοῖς βασιλεῦσιν ἐγγενέσθαι ξυνενεχθείη παρατάττονται μὲν ἅπαντες ὡς πολεμήσοντες καὶ τοῖς ὅπλοις διακριθησόμενοι καὶ εἶτα ὁμόσε χωροῦσιν ἰδόντες δὲ ἀλλήλους ἑκατέρωθεν ἡ πληθὺς αὐτίκα τὸ χαλετταῖνον ἀποβαλόντες ἐς ὁμοφροσύνην μεταχωροῦσι καὶ τοὺς ἡγεμόνας κελεύουσι δίκηι μᾶλλον τὰ ἀμφίβολα διευκρινήσασθαι εἰ δὲ μή μόνους ἐκείνους ἀγωνίζεσθαι καὶ ἐν σφίσιν αὐτοῖς διακινδυνεύειν ὡς οὐχ ὅσιον ὂν οὐδὲ πάτριον ἰδίας αὐτῶν ἕνεκα δυσμενείας τὰ κοινὰ πημαῖνεσθαι καὶ ἀνατετράφθαι εὐθὺς δὴ οὖν τάς τε φάλαγγας διαλύουσι καὶ τὰ ὅπλα τίθενται καὶ τὸ λοιπὸν εἰρήνη αὖθις καὶ ἡμερότης φοιτήσεις τε παρʹ ἀλλήλους ἀφύλακτοι καὶ ἐπιμιξίαι καὶ φροῦδα οἴχεται τὰ δεινά 8 Οὕτως ἄρα αὐτοῖς τὸ μὲν ὑπήκοον δίκαιον καὶ φιλόπατρι τὸ δέ γε ἄρχον εὐμενὲς ἐν δέοντι καὶ πειθήνιον ταῦτά τοι καὶ διατελοῦσι δύναμιν βεβαίαν ἔχοντες καὶ νόμοις χρώμενοι τοῖς αὐτοῖς καὶ τῶν μὲν οἰκείων οὐδὲν ὅ τι ἀποβεβληκότες πλεῖστα δὲ ὅσα ἐπικτησάμενοι δικαιοσύνη γὰρ καὶ φιλότης οἷς ἂν ἐντραφείη εὐδαίμονα τίθησι πολιτείαν καὶ μόνιμον καὶ ἥκιστα πολεμίοις ἁλώσιμον 3

1 Οὕτω μὲν οὖν οἱ Φράγγοι ἄριστα βιοῦντες σφῶν τε αὐτῶν καὶ τῶν προσοίκων κρατοῦσι παῖδες ἐκ πατέρων τὴν βασιλείαν διαδεχόμενοι ἀλλὰ γὰρ καὶ ἐς ἐκεῖνο τοῦ καιροῦ ὅτε δὴ οἱ Γότθοι ὡς αὐτοὺς ἐπρεσβεύοντο τρεῖς αὐτοῖς ἡγεμόνες ἐτύγχανον ὄντες οὐκ ἀπὸ τρόπου δέ μοι εἶναι δοκεῖ βραχύ τι ἄνωθεν ἀρξαμένωι τοῦ γένους καὶ τῶν ξυνενεχθέντων ltἐνgt τῶι πρὸ τοῦ ἐλάχιστα διεξελθόντι ἔπειτα ἐς ἐκείνους οἳ δὴ ἐν τῶι τότε ἐκράτουν τὴν ἐκδρομὴν καταπαῦσαι τοῦ λόγου 2

Χιλδίβερτος μὲν γὰρ καὶ Χλωθάριος ἔτι δὲ Θευδέριχος καὶ Χλωθομῆρος ἀδελφοὶ ἐγεγένηντο οὗτοι δὲ ἐπειδὴ αὐτοῖς Χλωθοαῖος ὁ πατὴρ ἐτεθνήκει διενείμαντο τέτραχα τὴν βασιλείαν κατά τε πόλεις καὶ ἔθνη ἐς ὅσον οἶμαι τῶν ἴσων ἑκάστωι μετεῖναι 3 Οὐ πολλῶι δὲ ὕστερον Χλωθομῆρος κατὰ Βουργουζιώνων ἐπιστρατεύσας (γένος δὲ τοῦτο Γοτθικὸν αὐτουργόν τε περιφανῶς τὰ πολέμια) ἐν αὐτῶι δὴ τῶι πολέμωι ἀκοντίωι τὰ στέρνα τυπεὶς ἀνηιρέθη πεσόντος δὲ αὐτοῦ ἐπειδὴ τὴν κόμην οἱ Βουργουζίωνες καθειμένην καὶ ἄφετον ἐθεάσαντο καὶ μέχρι τοῦ μεταφρένου κεχαλασμένην αὐτίκα ἔγνωσαν τὸν ἡγεμόνα τῶν πολεμίων ἀπεκτονότες 4 Θεμιτὸν γὰρ τοῖς βασιλεῦσι τῶν Φράγγων οὐπώποτε κείρεσθαι ἀλλʹ ἀκειρεκόμαι τέ εἰσιν ἐκ παίδων ἀεὶ καὶ παρηιώρηνται αὐτοῖς ἅπαντες εὖ μάλα ἐπὶ τῶν ὤμων οἱ πλόκαμοι ἐπεὶ καὶ οἱ ἐμπρόσθιοι ἐκ τοῦ μετώπου σχιζόμενοι ἐφʹ ἑκάτερα φέρονται οὐ μὴν ὥσπερ οἱ τῶν Τούρκων τε καὶ Ἀβάρων ἀπέκτητοι καὶ αὐχμηροὶ καὶ ῥυπῶντες καὶ ἐνέρσει ἀπρεπῶς ἀναπεπλεγμένοι ἀλλὰ ῥύμματα γὰρ ἐπιβάλλουσιν αὐτοῖς ποικίλα καὶ ἐς τὸ ἀκριβὲς διαξαίνουσι τοῦτο δὲ ὥσπερ τι γνώρισμα καὶ γέρας ἐξαίρετον τῶι βασιλείωι γένει ἀνεῖσθαι νενόμισται ἐπεὶ τό γε ὑπήκοον περίτροχα κείρονται καὶ κομᾶν αὐτοῖς περαιτέρω οὐ μάλα ἐφεῖται 5 Τότε δὴ οὖν τοῦ Χλωθομήρου τὴν κεφαλὴν οἱ Βουργουζίωνες ἀποτεμόντες καὶ τοῖς ἀμφʹ αὐτὸν στρατεύμασιν ἀναδείξαντες ψοφοδεεῖς αὐτίκα πεποίηνται ἅπαντας καὶ δυσέλπιδας καὶ κατεάγη αὐτοῖς ἀγεννῶς τὰ φρονήματα κατεπτηχότες τε ἦσαν καὶ οἷοι οὐκέτι ἐθέλειν ἀναμαχέσασθαι καὶ δὴ τοῖς μὲν νενικηκόσιν ἧιπερ ἄριστα αὐτοῖς ἔχειν ἐδόκει καὶ ἐφʹ αἷς ὤιοντο χρῆναι ξυνθήκαις ὁ πόλεμος διελέλυτο τοῦ δὲ Φραγγικοῦ ὁμίλου ὅ τι ἐσέσωστο ἄσμενοι ἐς τὰ σφέτερα ἐπανήιεσαν 6 Οὕτω δὲ τοῦ Χλωθομήρου διαφθαρέντος αὐτίκα ἐς τοὺς ἀδελφοὺς (οὐ γὰρ δὴ παῖς αὐτῶι ἐγεγόνει) ἡ ἐκείνου ἀρχὴ ἐμερίζετο οὐκ ἐς μακρὰν δὲ καὶ Θευδέριχος νόσωι ἁλοὺς ἀπεβίω καταλιπὼν Θευδιβέρτωι τῶι υἱῶι τά τε ἄλλα ἀγαθὰ καὶ μὲν δὴ καὶ τὸ τῆς ἡγεμονίας ἀξίωμα

  • Αγαθίας Μυριναίος
  • Δαφνιακά (βιβλία εννέα)
  • Κύκλος των νέων επιγραμμάτων
    • Προοίμιον
    • Αναθηματικά
    • Επιδεικτικά
    • Επιτύμβια
    • Προτρεπτικά
    • Σκωπτικά
    • Ερωτικά
    • Συμποτικά
      • Περί της Ιουστινιανού βασιλείας (τόμοι πέντε)
        • Προοίμιον
        • Τόμος Α
          • 1
          • 2
          • 3
Page 2: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 3: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 4: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 5: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 6: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 7: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 8: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 9: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 10: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 11: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 12: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 13: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 14: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 15: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 16: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 17: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 18: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 19: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 20: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 21: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 22: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 23: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 24: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 25: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 26: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 27: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 28: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 29: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 30: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 31: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 32: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 33: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 34: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 35: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 36: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 37: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 38: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 39: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 40: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 41: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 42: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 43: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 44: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 45: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 46: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 47: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 48: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 49: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 50: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 51: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ

Page 52: ΑΓΑΘΙΑΣ ΜΥΡΙΝΑΙΟΣ